Comparer
2 Timothée 1-182Tm 1-18 (Stephanus 1550)
1 παῦλος ἀπόστολος ἰησοῦ χριστοῦ διὰ θελήματος θεοῦ κατ᾽ ἐπαγγελίαν ζωῆς τῆς ἐν χριστῷ ἰησοῦ2 τιμοθέῳ ἀγαπητῷ τέκνῳ χάρις ἔλεος εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ χριστοῦ ἰησοῦ τοῦ κυρίου ἡμῶν
3 χάριν ἔχω τῷ θεῷ ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μου νυκτὸς καὶ ἡμέρας
4 ἐπιποθῶν σε ἰδεῖν μεμνημένος σου τῶν δακρύων ἵνα χαρᾶς πληρωθῶ
5 ὑπόμνησιν λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου λωΐδι καὶ τῇ μητρί σου ἐυνείκῃ πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί
6 δι᾽ ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ θεοῦ ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου
7 οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ
8 μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ
9 τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ κατ᾽ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν χριστῷ ἰησοῦ πρὸ χρόνων αἰωνίων
10 φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν ἰησοῦ χριστοῦ καταργήσαντος μὲν τὸν θάνατον φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου
11 εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν
12 δι᾽ ἣν αἰτίαν καὶ ταῦτα πάσχω ἀλλ᾽ οὐκ ἐπαισχύνομαι οἶδα γὰρ ᾧ πεπίστευκα καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν
13 ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ᾽ ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν χριστῷ ἰησοῦ
14 τὴν καλὴν παρακαταθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν
15 οἶδας τοῦτο ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ ἀσίᾳ ὧν ἐστιν φύγελλος καὶ ἑρμογένης
16 δῴη ἔλεος ὁ κύριος τῷ ὀνησιφόρου οἴκῳ ὅτι πολλάκις με ἀνέψυξεν καὶ τὴν ἅλυσίν μου οὐκ ἐπῆσχύνθη
17 ἀλλὰ γενόμενος ἐν ῥώμῃ σπουδαιότερον ἐζήτησέν με καὶ εὗρεν
18 δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ὅσα ἐν ἐφέσῳ διηκόνησεν βέλτιον σὺ γινώσκεις
2 Timothée 2
1 σὺ οὖν τέκνον μου ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν χριστῷ ἰησοῦ
2 καὶ ἃ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτύρων ταῦτα παράθου πιστοῖς ἀνθρώποις οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι
3 σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης ἰησοῦ χριστοῦ
4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ
5 ἐὰν δὲ καὶ ἀθλῇ τις οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ
6 τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν
7 νόει α λέγω δῴη γάρ σοι ὃ κύριος σύνεσιν ἐν πᾶσιν
8 μνημόνευε ἰησοῦν χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος δαβίδ κατὰ τὸ εὐαγγέλιόν μου
9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος ἀλλ᾽ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται
10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν χριστῷ ἰησοῦ μετὰ δόξης αἰωνίου
11 πιστὸς ὁ λόγος εἰ γὰρ συναπεθάνομεν καὶ συζήσομεν
12 εἰ ὑπομένομεν καὶ συμβασιλεύσομεν εἰ ἀρνούμεθα κἀκεῖνος ἀρνήσεται ἡμᾶς
13 εἰ ἀπιστοῦμεν ἐκεῖνος πιστὸς μένει ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται
14 ταῦτα ὑπομίμνῃσκε διαμαρτυρόμενος ἐνώπιον τοῦ κυρίοῦ μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων
15 σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ ἐργάτην ἀνεπαίσχυντον ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας
16 τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας
17 καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει ὧν ἐστιν ὑμέναιος καὶ φίλητος
18 οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι καὶ ἀνατρέπουσιν τήν τινων πίστιν
19 ὁ μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν ἔχων τὴν σφραγῖδα ταύτην Ἕγνω κύριος τοὺς ὄντας αὐτοῦ καί ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα χριστοῦ
20 ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα καὶ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν
21 ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων ἔσται σκεῦος εἰς τιμήν ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον
22 τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε δίωκε δὲ δικαιοσύνην πίστιν ἀγάπην εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας
23 τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ εἰδὼς ὅτι γεννῶσιν μάχας
24 δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι ἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας διδακτικόν ἀνεξίκακον
25 ἐν πρᾶότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους μήποτε δῷ αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας
26 καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος ἐζωγρημένοι ὑπ᾽ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα
2 Timothée 3
1 τοῦτο δὲ γίνωσκε ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί
2 ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι φιλάργυροι ἀλαζόνες ὑπερήφανοι βλάσφημοι γονεῦσιν ἀπειθεῖς ἀχάριστοι ἀνόσιοι
3 ἄστοργοι ἄσπονδοι διάβολοι ἀκρατεῖς ἀνήμεροι ἀφιλάγαθοι
4 προδόται προπετεῖς τετυφωμένοι φιλήδονοι μᾶλλον ἢ φιλόθεοι
5 ἔχοντες μόρφωσιν εὐσεβείας τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι καὶ τούτους ἀποτρέπου
6 ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ αἰχμαλωτεύοντες τὰ γυναικάρια σεσωρευμένα ἁμαρτίαις ἀγόμενα ἐπιθυμίαις ποικίλαις
7 πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα
8 ὃν τρόπον δὲ ἰάννης καὶ ἰαμβρῆς ἀντέστησαν μωϋσεῖ οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν ἀδόκιμοι περὶ τὴν πίστιν
9 ἀλλ᾽ οὐ προκόψουσιν ἐπὶ πλεῖον ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν ὡς καὶ ἡ ἐκείνων ἐγένετο
10 σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ τῇ ἀγωγῇ τῇ προθέσει τῇ πίστει τῇ μακροθυμίᾳ τῇ ἀγάπῃ τῇ ὑπομονῇ
11 τοῖς διωγμοῖς τοῖς παθήμασιν οἷά μοι ἐγένετο ἐν ἀντιοχείᾳ ἐν ἰκονίῳ ἐν λύστροις οἵους διωγμοὺς ὑπήνεγκα καὶ ἐκ πάντων με ἐῤῥύσατο ὁ κύριος
12 καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν χριστῷ ἰησοῦ διωχθήσονται
13 πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον πλανῶντες καὶ πλανώμενοι
14 σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης εἰδὼς παρὰ τίνος ἔμαθες
15 καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν χριστῷ ἰησοῦ
16 πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν πρὸς ἔλεγχον πρὸς ἐπανόρθωσιν πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ
17 ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος
2 Timothée 4
1 διαμαρτύρομαι οὖν ἐγὼ ἐνώπιον τοῦ θεοῦ καὶ τοῦ κυρίου ἰησοῦ χριστοῦ τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ
2 κήρυξον τὸν λόγον ἐπίστηθι εὐκαίρως ἀκαίρως ἔλεγξον ἐπιτίμησον παρακάλεσον ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ
3 ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν
4 καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται
5 σὺ δὲ νῆφε ἐν πᾶσιν κακοπάθησον ἔργον ποίησον εὐαγγελιστοῦ τὴν διακονίαν σου πληροφόρησον
6 ἐγὼ γὰρ ἤδη σπένδομαι καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεώς ἐφέστηκεν
7 τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι τὸν δρόμον τετέλεκα τὴν πίστιν τετήρηκα
8 λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος κριτής οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πάσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ
9 σπούδασον ἐλθεῖν πρός με ταχέως
10 δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα καὶ ἐπορεύθη εἰς θεσσαλονίκην κρήσκης εἰς γαλατίαν τίτος εἰς δαλματίαν
11 λουκᾶς ἐστιν μόνος μετ᾽ ἐμοῦ μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν
12 τυχικὸν δὲ ἀπέστειλα εἰς ἔφεσον
13 τὸν φαιλόνην ὃν ἀπέλιπον ἐν τρῳάδι παρὰ κάρπῳ ἐρχόμενος φέρε καὶ τὰ βιβλία μάλιστα τὰς μεμβράνας
14 ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο ἀποδῴη αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ
15 ὃν καὶ σὺ φυλάσσου λίαν γὰρ ἀνθέστηκεν τοῖς ἡμετέροις λόγοις
16 ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο ἀλλὰ πάντες με ἐγκατέλιπον μὴ αὐτοῖς λογισθείη
17 ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με ἵνα δι᾽ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσῃ πάντα τὰ ἔθνη καὶ ἐῤῥύσθην ἐκ στόματος λέοντος
18 καὶ ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
19 ἄσπασαι πρίσκαν καὶ ἀκύλαν καὶ τὸν ὀνησιφόρου οἶκον
20 ἔραστος ἔμεινεν ἐν κορίνθῳ τρόφιμον δὲ ἀπέλιπον ἐν μιλήτῳ ἀσθενοῦντα
21 σπούδασον πρὸ χειμῶνος ἐλθεῖν ἀσπάζεταί σε εὔβουλος καὶ πούδης καὶ λίνος καὶ κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες
22 ὁ κύριος ἰησοῦς χριστὸς μετὰ τοῦ πνεύματός σου ἡ χάρις μεθ᾽ ὑμῶν ἀμήν πρός τιμόθεον δευτέρᾳ τῆς ἐφεσίων ἐκκλησίας πρῶτον ἐπίσκοπον χειροτονηθέντα ἐγράφη ἀπό Ῥώμης ὅτε ἐκ δευτέρου παρέστη παῦλος τῷ καίσαρί νέρωνι
2Tm 1-18 (Vulgate)
1 Paulus Apostolus Jesu Christi per voluntatem Dei, secundum promissionem vitæ, quæ est in Christo Jesu,2 Timotheo carissimo filio : gratia, misericordia, pax a Deo Patre, et Christo Jesu Domino nostro.
3 Gratias ago Deo, cui servio a progenitoribus in conscientia pura, quod sine intermissione habeam tui memoriam in orationibus meis, nocte ac die
4 desiderans te videre, memor lacrimarum tuarum, ut gaudio implear,
5 recordationem accipiens ejus fidei, quæ est in te non ficta, quæ et habitavit primum in avia tua Loide, et matre tua Eunice, certus sum autem quod et in te.
6 Propter quam causam admoneo te ut resuscites gratiam Dei, quæ est in te per impositionem manuum mearum.
7 Non enim dedit nobis Deus spiritum timoris : sed virtutis, et dilectionis, et sobrietatis.
8 Noli itaque erubescere testimonium Domini nostri, neque me vinctum ejus : sed collabora Evangelio secundum virtutem Dei :
9 qui nos liberavit, et vocavit vocatione sua sancta, non secundum opera nostra, sed secundum propositum suum, et gratiam, quæ data est nobis in Christo Jesu ante tempora sæcularia.
10 Manifestata est autem nunc per illuminationem Salvatoris nostri Jesu Christi, qui destruxit quidem mortem, illuminavit autem vitam, et incorruptionem per Evangelium :
11 in quo positus sum ego prædicator, et Apostolus, et magister gentium.
12 Ob quam causam etiam hæc patior, sed non confundor. Scio enim cui credidi, et certus sum quia potens est depositum meum servare in illum diem.
13 Formam habe sanorum verborum, quæ a me audisti in fide, et in dilectione in Christo Jesu.
14 Bonum depositum custodi per Spiritum Sanctum, qui habitat in nobis.
15 Scis hoc, quod aversi sunt a me omnes, qui in Asia sunt, ex quibus est Phigellus, et Hermogenes.
16 Det misericordiam Dominus Onesiphori domui : quia sæpe me refrigeravit, et catenam meam non erubuit :
17 sed cum Romam venisset, sollicite me quæsivit, et invenit.
18 Det illi Dominus invenire misericordiam a Domino in illa die. Et quanta Ephesi ministravit mihi, tu melius nosti.
2 Timothée 2
1 Tu ergo fili mi, confortare in gratia, quæ est in Christo Jesu :
2 et quæ audisti a me per multos testes, hæc commenda fidelibus hominibus, qui idonei erant et alios docere.
3 Labora sicut bonus miles Christi Jesu.
4 Nemo militans Deo implicat se negotiis sæcularibus : ut ei placeat, cui se probavit.
5 Nam et qui certat in agone, non coronatur nisi legitime certaverit.
6 Laborantem agricolam oportet primum de fructibus percipere.
7 Intellige quæ dico : dabit enim tibi Dominus in omnibus intellectum.
8 Memor esto Dominum Jesum Christum resurrexisse a mortuis ex semine David, secundum Evangelium meum,
9 in quo laboro usque ad vincula, quasi male operans : sed verbum Dei non est alligatum.
10 Ideo omnia sustineo propter electos, ut et ipsi salutem consequantur, quæ est in Christo Jesu, cum gloria cælesti.
11 Fidelis sermo : nam si commortui sumus, et convivemus :
12 si sustinebimus, et conregnabimus : si negaverimus, et ille negabit nos :
13 si non credimus, ille fidelis permanet, negare seipsum non potest.
14 Hæc commone, testificans coram Domino. Noli contendere verbis : ad nihil enim utile est, nisi ad subversionem audientium.
15 Sollicite cura teipsum probabilem exhibere Deo, operarium inconfusibilem, recte tractantem verbum veritatis.
16 Profana autem et vaniloquia devita : multum enim proficiunt ad impietatem :
17 et sermo eorum ut cancer serpit : ex quibus est Hymenæus et Philetus,
18 qui a veritate exciderunt, dicentes resurrectionem esse jam factam, et subverterunt quorumdam fidem.
19 Sed firmum fundamentum Dei stat, habens signaculum hoc : cognovit Dominus qui sunt ejus, et discedat ab iniquitate omnis qui nominat nomen Domini.
20 In magna autem domo non solum sunt vasa aurea, et argentea, sed et lignea, et fictilia : et quædam quidem in honorem, quædam autem in contumeliam.
21 Si quis ergo emundaverit se ab istis, erit vas in honorem sanctificatum, et utile Domino ad omne opus bonum paratum.
22 Juvenilia autem desideria fuge, sectare vero justitiam, fidem, spem, caritatem, et pacem cum iis qui invocant Dominum de corde puro.
23 Stultas autem et sine disciplina quæstiones devita : sciens quia generant lites.
24 Servum autem Domini non oportet litigare : sed mansuetum esse ad omnes, docibilem, patientem,
25 cum modestia corripientem eos qui resistunt veritati, nequando Deus det illis pœnitentiam ad cognoscendam veritatem,
26 et resipiscant a diaboli laqueis, a quo captivi tenentur ad ipsius voluntatem.
2 Timothée 3
1 Hoc autem scito, quod in novissimis diebus instabunt tempora periculosa :
2 erunt homines seipsos amantes, cupidi, elati, superbi, blasphemi, parentibus non obedientes, ingrati, scelesti,
3 sine affectione, sine pace, criminatores, incontinentes, immites, sine benignitate,
4 proditores, protervi, tumidi, et voluptatum amatores magis quam Dei :
5 habentes speciem quidem pietatis, virtutem autem ejus abnegantes. Et hos devita :
6 ex his enim sunt qui penetrant domos, et captivas ducunt mulierculas oneratas peccatis, quæ ducuntur variis desideriis :
7 semper discentes, et numquam ad scientiam veritatis pervenientes.
8 Quemadmodum autem Jannes et Mambres restiterunt Moysi : ita et hi resistunt veritati, homines corrupti mente, reprobi circa fidem ;
9 sed ultra non proficient : insipientia enim eorum manifesta erit omnibus, sicut et illorum fuit.
10 Tu autem assecutus es meam doctrinam, institutionem, propositum, fidem, longanimitatem, dilectionem, patientiam,
11 persecutiones, passiones : qualia mihi facta sunt Antiochiæ, Iconii, et Lystris : quales persecutiones sustinui, et ex omnibus eripuit me Dominus.
12 Et omnes, qui pie volunt vivere in Christo Jesu, persecutionem patientur.
13 Mali autem homines et seductores proficient in pejus, errantes, et in errorem mittentes.
14 Tu vero permane in iis quæ didicisti, et credita sunt tibi : sciens a quo didiceris :
15 et quia ab infantia sacras litteras nosti, quæ te possunt instruere ad salutem, per fidem quæ est in Christo Jesu.
16 Omnis Scriptura divinitus inspirata utilis est ad docendum, ad arguendum, ad corripiendum, ad erudiendum in justitia :
17 ut perfectus sit homo Dei, ad omne opus bonum instructus.
2 Timothée 4
1 Testificor coram Deo, et Jesu Christo, qui judicaturus est vivos et mortuos, per adventum ipsius, et regnum ejus :
2 prædica verbum, insta opportune, importune : argue, obsecra, increpa in omni patientia, et doctrina.
3 Erit enim tempus, cum sanam doctrinam non sustinebunt, sed ad sua desideria coacervabunt sibi magistros, prurientes auribus,
4 et a veritate quidem auditum avertent, ad fabulas autem convertentur.
5 Tu vero vigila, in omnibus labora, opus fac evangelistæ, ministerium tuum imple. Sobrius esto.
6 Ego enim jam delibor, et tempus resolutionis meæ instat.
7 Bonum certamen certavi, cursum consummavi, fidem servavi.
8 In reliquo reposita est mihi corona justitiæ, quam reddet mihi Dominus in illa die, justus judex : non solum autem mihi, sed et iis, qui diligunt adventum ejus. Festina ad me venire cito.
9 Demas enim me reliquit, diligens hoc sæculum, et abiit Thessalonicam :
10 Crescens in Galatiam, Titus in Dalmatiam.
11 Lucas est mecum solus. Marcum assume, et adduc tecum : est enim mihi utilis in ministerium.
12 Tychicum autem misi Ephesum.
13 Penulam, quam reliqui Troade apud Carpum, veniens affer tecum, et libros, maxime autem membranas.
14 Alexander ærarius multa mala mihi ostendit : reddet illi Dominus secundum opera ejus :
15 quem et tu devita : valde enim restitit verbis nostris.
16 In prima mea defensione nemo mihi affuit, sed omnes me dereliquerunt : non illis imputetur.
17 Dominus autem mihi astitit, et confortavit me, ut per me prædicatio impleatur, et audiant omnes gentes : et liberatus sum de ore leonis.
18 Liberavit me Dominus ab omni opere malo : et salvum faciet in regnum suum cæleste, cui gloria in sæcula sæculorum. Amen.
19 Saluta Priscam, et Aquilam, et Onesiphori domum.
20 Erastus remansit Corinthi. Trophimum autem reliqui infirmum Mileti.
21 Festina ante hiemem venire. Salutant te Eubulus, et Pudens, et Linus, et Claudia, et fratres omnes.
22 Dominus Jesus Christus cum spiritu tuo. Gratia vobiscum. Amen.
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées