Comparer
Ephésiens 5:3-20Ep 5:3-20 (King James)
3 But fornication, and all uncleanness, or covetousness, let it not be once named among you, as becometh saints;4 Neither filthiness, nor foolish talking, nor jesting, which are not convenient: but rather giving of thanks.
5 For this ye know, that no whoremonger, nor unclean person, nor covetous man, who is an idolater, hath any inheritance in the kingdom of Christ and of God.
6 Let no man deceive you with vain words: for because of these things cometh the wrath of God upon the children of disobedience.
7 Be not ye therefore partakers with them.
8 For ye were sometimes darkness, but now are ye light in the Lord: walk as children of light:
9 (For the fruit of the Spirit is in all goodness and righteousness and truth;)
10 Proving what is acceptable unto the Lord.
11 And have no fellowship with the unfruitful works of darkness, but rather reprove them.
12 For it is a shame even to speak of those things which are done of them in secret.
13 But all things that are reproved are made manifest by the light: for whatsoever doth make manifest is light.
14 Wherefore he saith, Awake thou that sleepest, and arise from the dead, and Christ shall give thee light.
15 See then that ye walk circumspectly, not as fools, but as wise,
16 Redeeming the time, because the days are evil.
17 Wherefore be ye not unwise, but understanding what the will of the Lord is.
18 And be not drunk with wine, wherein is excess; but be filled with the Spirit;
19 Speaking to yourselves in psalms and hymns and spiritual songs, singing and making melody in your heart to the Lord;
20 Giving thanks always for all things unto God and the Father in the name of our Lord Jesus Christ;
Ep 5:3-20 (Stephanus 1550)
3 πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν καθὼς πρέπει ἁγίοις4 καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία τὰ οὐκ ἀνήκοντα ἀλλὰ μᾶλλον εὐχαριστία
5 τοῦτο γὰρ ἔστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης ὅς ἐστιν εἰδωλολάτρης οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ χριστοῦ καὶ θεοῦ
6 μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας
7 μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν
8 ἦτε γάρ ποτε σκότος νῦν δὲ φῶς ἐν κυρίῳ ὡς τέκνα φωτὸς περιπατεῖτε
9 ὁ γὰρ καρπὸς τοῦ πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ
10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ
11 καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους μᾶλλον δὲ καὶ ἐλέγχετε
12 τὰ γὰρ κρυφῇ γινόμενα ὑπ᾽ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν
13 τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται πᾶν γάρ τό φανερούμενον φῶς ἐστίν
14 διὸ λέγει ἕγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ χριστός
15 βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε μὴ ὡς ἄσοφοι ἀλλ᾽ ὡς σοφοί
16 ἐξαγοραζόμενοι τὸν καιρόν ὅτι αἱ ἡμέραι πονηραί εἰσιν
17 διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ κυρίου
18 καὶ μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστιν ἀσωτία ἀλλὰ πληροῦσθε ἐν πνεύματι
19 λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ
20 εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τῷ θεῷ καὶ πατρί
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées