Comparer
Luc 19-20Lc 19-20 (Stephanus 1550)
1 καὶ εἰσελθὼν διήρχετο τὴν ἰεριχώ 2 καὶ ἰδού, ἀνὴρ ὀνόματι καλούμενος ξακχαῖος καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ οὗτος ἦν πλούσιος 3 καὶ ἐζήτει ἰδεῖν τὸν ἰησοῦν τίς ἐστιν καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν 4 καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομωραίαν, ἵνα ἴδῃ αὐτόν ὅτι δι᾽ ἐκείνης ἤμελλεν διέρχεσθαι 5 καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον ἀναβλέψας ὁ ἰησοῦς εἶδεν αὐτόν καὶ εἶπεν πρὸς αὐτόν, ξακχαῖε σπεύσας κατάβηθι σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι 6 καὶ σπεύσας κατέβη καὶ ὑπεδέξατο αὐτὸν χαίρων 7 καὶ ἰδόντες ἅπαντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι 8 σταθεὶς δὲ ξακχαῖος εἶπεν πρὸς τὸν κύριον ἰδού, τὰ ἡμίση τῶν ὑπαρχόντων μου κύριε δίδωμι τοῖς πτωχοῖς καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν 9 εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἰησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο καθότι καὶ αὐτὸς υἱὸς ἀβραάμ ἐστιν 10 ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός 11 ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς αὐτὸν εἶναι ἰερουσαλὴμ καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι 12 εἶπεν οὖν ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι 13 καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς πραγματεύσασθε ἕως ἔρχομαι 14 οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾽ ἡμᾶς 15 καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς ἔδωκεν τὸ ἀργύριον ἵνα γνῷ τίς τί διεπραγματεύσατο 16 παρεγένετο δὲ ὁ πρῶτος λέγων, κύριε ἡ μνᾶ σου προσειργάσατο δέκα μνᾶς 17 καὶ εἶπεν αὐτῷ εὖ, ἀγαθὲ δοῦλε ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων 18 καὶ ἦλθεν ὁ δεύτερος λέγων, κύριε ἡ μνᾶ σου ἐποίησεν πέντε μνᾶς 19 εἶπεν δὲ καὶ τούτῳ καὶ σὺ γίνου ἐπάνω πέντε πόλεων 20 καὶ ἕτερος ἦλθεν λέγων, κύριε ἰδού, ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ 21 ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας 22 λέγει δὲ αὐτῷ ἐκ τοῦ στόματός σου κρινῶ σε πονηρὲ δοῦλε ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα 23 καὶ διατί οὐκ ἔδωκάς τὸ ἀργύριον μου ἐπὶ τὴν τράπεζαν καὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν ἔπραξα αὐτὸ 24 καὶ τοῖς παρεστῶσιν εἶπεν ἄρατε ἀπ᾽ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι 25 καὶ εἶπον αὐτῷ κύριε ἔχει δέκα μνᾶς 26 λέγω γὰρ ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ 27 πλὴν τοὺς ἐχθρούς μου ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾽ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε ἔμπροσθέν μου 28 καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς ἱεροσόλυμα 29 καὶ ἐγένετο ὡς ἤγγισεν εἰς βηθφαγὴ καὶ βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον ἐλαιῶν ἀπέστειλεν δύο τῶν μαθητῶν αὐτοῦ, 30 εἰπὼν, ὑπάγετε εἰς τὴν κατέναντι κώμην ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον ἐφ᾽ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν λύσαντες αὐτὸν ἀγάγετε 31 καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ διατί λύετε οὕτως ἐρεῖτε αὐτῷ, ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει 32 ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς 33 λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς τί λύετε τὸν πῶλον 34 οἱ δὲ εἶπον ὁ κύριος αὐτοῦ χρείαν ἔχει 35 καὶ ἤγαγον αὐτὸν πρὸς τὸν ἰησοῦν καὶ ἐπιῤῥίψαντες ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν ἰησοῦν 36 πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ 37 ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων 38 λέγοντες εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι κυρίου εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις 39 καί τινες τῶν φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν διδάσκαλε ἐπιτίμησον τοῖς μαθηταῖς σου 40 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, λέγω ὑμῖν ὅτι, ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται 41 καὶ ὡς ἤγγισεν ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾽ αὐτή, 42 λέγων ὅτι εἰ ἔγνως καὶ σὺ καὶ γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ τὰ πρὸς εἰρήνην σου νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου 43 ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν 44 καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί καὶ οὐκ ἀφήσουσιν ἐν σοί λίθον ἐπὶ λίθῳ ἀνθ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου 45 καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ καὶ ἀγοράζοντας, 46 λέγων αὐτοῖς, γέγραπται ὁ οἰκός μου οἰκος προσευχῆς ἐστίν, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν 47 καὶ ἦν διδάσκων τὸ καθ᾽ ἡμέραν ἐν τῷ ἱερῷ οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ 48 καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούωνLuc 20
1 καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων, διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις 2 καὶ εἰπὸν πρὸς αὐτόν λέγοντες εἰπε ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην 3 ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον καὶ εἴπατέ μοι 4 τὸ βάπτισμα ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων 5 οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν ἐξ οὐρανοῦ ἐρεῖ διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ 6 ἐὰν δὲ εἴπωμεν ἐξ ἀνθρώπων πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς πεπεισμένος γάρ ἐστιν ἰωάννην προφήτην εἶναι 7 καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν 8 καὶ ὁ ἰησοῦς εἶπεν αὐτοῖς οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ 9 ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν χρόνους ἱκανούς 10 καὶ ἐν καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δῶσιν αὐτῷ οἱ δὲ γεωργοὶ δείραντες αὐτὸν ἐξαπέστειλαν κενόν 11 καὶ προσέθετο πέμψαι ἕτερον δοῦλον οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν 12 καὶ προσέθετο πέμψαι τρίτον οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον 13 εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος τί ποιήσω πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται 14 ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἑαυτοὺς, λέγοντες οὗτός ἐστιν ὁ κληρονόμος δεῦτε ἀποκτείνωμεν αὐτόν ἵνα ἡμῶν γένηται ἡ κληρονομία 15 καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος 16 ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις ἀκούσαντες δὲ εἶπον, μὴ γένοιτο 17 ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας 18 πᾶς ὁ πεσὼν ἐπ᾽ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ λικμήσει αὐτόν 19 καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ᾽ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ καὶ ἐφοβήθησαν τὸν λαόν ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην εἶπεν 20 καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος 21 καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες διδάσκαλε οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις 22 ἔξεστιν ἡμῖν καίσαρι φόρον δοῦναι ἢ οὔ 23 κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς αὐτούς τί μέ πειράζετε 24 ἐπιδείξατέ μοι δηνάριον τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν ἀποκριθέντες δὲ εἶπον, καίσαρος 25 ὁ δὲ εἶπεν αὐτοῖς, ἀπόδοτε τοίνυν τὰ καίσαρος καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ 26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν 27 προσελθόντες δέ τινες τῶν σαδδουκαίων οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι ἐπηρώτησαν αὐτὸν 28 λέγοντες διδάσκαλε μωσῆς ἔγραψεν ἡμῖν ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα καὶ οὗτος ἄτεκνος ἀποθάνῃ ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ 29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος 30 καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὑτὸς απέθανεν ἄτεκνος 31 καὶ ὁ τρίτος ἔλαβεν αὐτήν ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον 32 ὕστερον δὲ πάντων ἀπέθανεν καὶ ἡ γυνὴ 33 ἐν τῇ οὖν ἀναστάσει τίνος αὐτῶν γίνεται γυνὴ οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα 34 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ ἰησοῦς οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ ἐκγαμίσκονται, 35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε ἐκγαμίσκονται 36 οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί εἰσιν τοῦ θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες 37 ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ μωσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου ὡς λέγει κύριον τὸν θεὸν ἀβραὰμ καὶ τὸν θεὸν ἰσαὰκ καὶ τόν θεὸν ἰακώβ 38 θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων πάντες γὰρ αὐτῷ ζῶσιν 39 ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον, διδάσκαλε καλῶς εἶπας 40 οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν 41 εἶπεν δὲ πρὸς αὐτούς πῶς λέγουσιν τὸν χριστὸν υἱόν δαβὶδ εἶναι 42 καὶ αὐτὸς δαβὶδ λέγει ἐν βίβλῳ ψαλμῶν εἶπεν ὁ κύριος τῷ κυρίῳ μου κάθου ἐκ δεξιῶν μου 43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου 44 δαβὶδ οὖν κύριον αὐτὸν καλεῖ καὶ πῶς υἱός αὐτοῦ ἐστιν 45 ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ 46 προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις 47 οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται οὗτοι λήψονται περισσότερον κρίμαLc 19-20 (Vulgate)
1 Et ingressus perambulabat Jericho.2 Et ecce vir nomine Zachæus : et hic princeps erat publicanorum, et ipse dives :
3 et quærebat videre Jesum, quis esset : et non poterat præ turba, quia statura pusillus erat.
4 Et præcurrens ascendit in arborem sycomorum ut videret eum : quia inde erat transiturus.
5 Et cum venisset ad locum, suspiciens Jesus vidit illum, et dixit ad eum : Zachæe, festinans descende : quia hodie in domo tua oportet me manere.
6 Et festinans descendit, et excepit illum gaudens.
7 Et cum viderent omnes, murmurabant, dicentes quod ad hominem peccatorem divertisset.
8 Stans autem Zachæus, dixit ad Dominum : Ecce dimidium bonorum meorum, Domine, do pauperibus : et si quid aliquem defraudavi, reddo quadruplum.
9 Ait Jesus ad eum : Quia hodie salus domui huic facta est : eo quod et ipse filius sit Abrahæ.
10 Venit enim Filius hominis quærere, et salvum facere quod perierat.
11 Hæc illis audientibus adjiciens, dixit parabolam, eo quod esset prope Jerusalem : et quia existimarent quod confestim regnum Dei manifestaretur.
12 Dixit ergo : Homo quidam nobilis abiit in regionem longinquam accipere sibi regnum, et reverti.
13 Vocatis autem decem servis suis, dedit eis decem mnas, et ait ad illos : Negotiamini dum venio.
14 Cives autem ejus oderant eum : et miserunt legationem post illum, dicentes : Nolumus hunc regnare super nos.
15 Et factum est ut rediret accepto regno : et jussit vocari servos, quibus dedit pecuniam, ut sciret quantum quisque negotiatus esset.
16 Venit autem primus dicens : Domine, mna tua decem mnas acquisivit.
17 Et ait illi : Euge bone serve, quia in modico fuisti fidelis, eris potestatem habens super decem civitates.
18 Et alter venit, dicens : Domine, mna tua fecit quinque mnas.
19 Et huic ait : Et tu esto super quinque civitates.
20 Et alter venit, dicens : Domine, ecce mna tua, quam habui repositam in sudario :
21 timui enim te, quia homo austerus es : tollis quod non posuisti, et metis quod non seminasti.
22 Dicit ei : De ore tuo te judico, serve nequam. Sciebas quod ego homo austerus sum, tollens quod non posui, et metens quod non seminavi :
23 et quare non dedisti pecuniam meam ad mensam, ut ego veniens cum usuris utique exegissem illam ?
24 Et astantibus dixit : Auferte ab illo mnam, et date illi qui decem mnas habet.
25 Et dixerunt ei : Domine, habet decem mnas.
26 Dico autem vobis, quia omni habenti dabitur, et abundabit : ab eo autem qui non habet, et quod habet auferetur ab eo.
27 Verumtamen inimicos meos illos, qui noluerunt me regnare super se, adducite huc : et interficite ante me.
28 Et his dictis, præcedebat ascendens Jerosolymam.
29 Et factum est, cum appropinquasset ad Bethphage et Bethaniam, ad montem qui vocatur Oliveti, misit duos discipulos suos,
30 dicens : Ite in castellum quod contra est : in quod introëuntes, invenietis pullum asinæ alligatum, cui nemo umquam hominum sedit : solvite illum, et adducite.
31 Et si quis vos interrogaverit : Quare solvitis ? sic dicetis ei : Quia Dominus operam ejus desiderat.
32 Abierunt autem qui missi erant : et invenerunt, sicut dixit illis, stantem pullum.
33 Solventibus autem illis pullum, dixerunt domini ejus ad illos : Quid solvitis pullum ?
34 At illi dixerunt : Quia Dominus eum necessarium habet.
35 Et duxerunt illum ad Jesum. Et jactantes vestimenta sua supra pullum, imposuerunt Jesum.
36 Eunte autem illo, substernebant vestimenta sua in via :
37 et cum appropinquaret jam ad descensum montis Oliveti, cœperunt omnes turbæ discipulorum gaudentes laudare Deum voce magna super omnibus, quas viderant, virtutibus,
38 dicentes : Benedictus, qui venit rex in nomine Domini : pax in cælo, et gloria in excelsis.
39 Et quidam pharisæorum de turbis dixerunt ad illum : Magister, increpa discipulos tuos.
40 Quibus ipse ait : Dico vobis, quia si hi tacuerint, lapides clamabunt.
41 Et ut appropinquavit, videns civitatem flevit super illam, dicens :
42 Quia si cognovisses et tu, et quidem in hac die tua, quæ ad pacem tibi : nunc autem abscondita sunt ab oculis tuis.
43 Quia venient dies in te : et circumdabunt te inimici tui vallo, et circumdabunt te : et coangustabunt te undique :
44 et ad terram prosternent te, et filios tuos, qui in te sunt, et non relinquent in te lapidem super lapidem : eo quod non cognoveris tempus visitationis tuæ.
45 Et ingressus in templum, cœpit ejicere vendentes in illo, et ementes,
46 dicens illis : Scriptum est : Quia domus mea domus orationis est : vos autem fecistis illam speluncam latronum.
47 Et erat docens quotidie in templo. Principes autem sacerdotum, et scribæ, et principes plebis quærebant illum perdere :
48 et non inveniebant quid facerent illi. Omnis enim populus suspensus erat, audiens illum.
Luc 20
1 Et factum est in una dierum, docente illo populum in templo, et evangelizante, convenerunt principes sacerdotum, et scribæ cum senioribus,2 et aiunt dicentes ad illum : Dic nobis in qua potestate hæc facis ? aut quis est qui dedit tibi hanc potestatem ?
3 Respondens autem Jesus, dixit ad illos : Interrogabo vos et ego unum verbum. Respondete mihi :
4 baptismus Joannis de cælo erat, an ex hominibus ?
5 At illi cogitabant intra se, dicentes : Quia si dixerimus : De cælo, dicet : Quare ergo non credidistis illi ?
6 Si autem dixerimus : Ex hominibus, plebs universa lapidabit nos : certi sunt enim Joannem prophetam esse.
7 Et responderunt se nescire unde esset.
8 Et Jesus ait illis : Neque ego dico vobis in qua potestate hæc facio.
9 Cœpit autem dicere ad plebem parabolam hanc : Homo plantavit vineam, et locavit eam colonis : et ipse peregre fuit multis temporibus.
10 Et in tempore misit ad cultores servum, ut de fructu vineæ darent illi. Qui cæsum dimiserunt eum inanem.
11 Et addidit alterum servum mittere. Illi autem hunc quoque cædentes, et afficientes contumelia, dimiserunt inanem.
12 Et addidit tertium mittere : qui et illum vulnerantes ejecerunt.
13 Dixit autem dominus vineæ : Quid faciam ? Mittam filium meum dilectum : forsitan, cum hunc viderint, verebuntur.
14 Quem cum vidissent coloni, cogitaverunt intra se, dicentes : Hic est hæres, occidamus illum, ut nostra fiat hæreditas.
15 Et ejectum illum extra vineam, occiderunt. Quid ergo faciet illis dominus vineæ ?
16 veniet, et perdet colonos istos, et dabit vineam aliis. Quo audito, dixerunt illi : Absit.
17 Ille autem aspiciens eos, ait : Quid est ergo hoc quod scriptum est : Lapidem quem reprobaverunt ædificantes, hic factus est in caput anguli ?
18 Omnis qui ceciderit super illum lapidem, conquassabitur : super quem autem ceciderit, comminuet illum.
19 Et quærebant principes sacerdotum et scribæ mittere in illum manus illa hora, et timuerunt populum : cognoverunt enim quod ad ipsos dixerit similitudinem hanc.
20 Et observantes miserunt insidiatores, qui se justos simularent, ut caperent eum in sermone, ut traderent illum principatui, et potestati præsidis.
21 Et interrogaverunt eum, dicentes : Magister, scimus quia recte dicis et doces : et non accipis personam, sed viam Dei in veritate doces.
22 Licet nobis tributum dare Cæsari, an non ?
23 Considerans autem dolum illorum, dixit ad eos : Quid me tentatis ?
24 ostendite mihi denarium. Cujus habet imaginem et inscriptionem ? Respondentes dixerunt ei : Cæsaris.
25 Et ait illis : Reddite ergo quæ sunt Cæsaris, Cæsari : et quæ sunt Dei, Deo.
26 Et non potuerunt verbum ejus reprehendere coram plebe : et mirati in responso ejus, tacuerunt.
27 Accesserunt autem quidam sadducæorum, qui negant esse resurrectionem, et interrogaverunt eum,
28 dicentes : Magister, Moyses scripsit nobis : Si frater alicujus mortuus fuerit habens uxorem, et hic sine liberis fuerit, ut accipiat eam frater ejus uxorem, et suscitet semen fratri suo.
29 Septem ergo fratres erant : et primus accepit uxorem, et mortuus est sine filiis.
30 Et sequens accepit illam, et ipse mortuus est sine filio.
31 Et tertius accepit illam. Similiter et omnes septem, et non reliquerunt semen, et mortui sunt.
32 Novissime omnium mortua est et mulier.
33 In resurrectione ergo, cujus eorum erit uxor ? siquidem septem habuerunt eam uxorem.
34 Et ait illis Jesus : Filii hujus sæculi nubunt, et traduntur ad nuptias :
35 illi vero qui digni habebuntur sæculo illo, et resurrectione ex mortuis, neque nubent, neque ducent uxores :
36 neque enim ultra mori poterunt : æquales enim angelis sunt, et filii sunt Dei, cum sint filii resurrectionis.
37 Quia vero resurgant mortui, et Moyses ostendit secus rubum, sicut dicit Dominum, Deum Abraham, et Deum Isaac, et Deum Jacob.
38 Deus autem non est mortuorum, sed vivorum : omnes enim vivunt ei.
39 Respondentes autem quidam scribarum, dixerunt ei : Magister, bene dixisti.
40 Et amplius non audebant eum quidquam interrogare.
41 Dixit autem ad illos : Quomodo dicunt Christum filium esse David ?
42 et ipse David dicit in libro Psalmorum : Dixit Dominus Domino meo : sede a dextris meis,
43 donec ponam inimicos tuos scabellum pedum tuorum.
44 David ergo Dominum illum vocat : et quomodo filius ejus est ?
45 Audiente autem omni populo, dixit discipulis suis :
46 Attendite a scribis, qui volunt ambulare in stolis, et amant salutationes in foro, et primas cathedras in synagogis, et primos discubitus in conviviis,
47 qui devorant domos viduarum, simulantes longam orationem : hi accipient damnationem majorem.
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées