Passage biblique Il semble que les références ne correspondent à aucun verset dans la version Codex W. Leningrad.
Comparer
Matthieu 2Mt 2 (Stephanus 1550)
1 τοῦ δὲ ἰησοῦ γεννηθέντος ἐν βηθλεὲμ τῆς ἰουδαίας ἐν ἡμέραις ἡρώδου τοῦ βασιλέως ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς ἱεροσόλυμα2 λέγοντες ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν ἰουδαίων εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ
3 ἀκούσας δὲ ἡρώδης ὁ βασιλεὺς ἐταράχθη καὶ πᾶσα ἱεροσόλυμα μετ᾽ αὐτοῦ
4 καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ᾽ αὐτῶν ποῦ ὁ χριστὸς γεννᾶται
5 οἱ δὲ εἶπον αὐτῷ ἐν βηθλεὲμ τῆς ἰουδαίας οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου
6 καὶ σὺ βηθλεὲμ γῆ ἰούδα οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν ἰούδα ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν ἰσραήλ
7 τότε ἡρώδης λάθρα καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ᾽ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος
8 καὶ πέμψας αὐτοὺς εἰς βηθλεὲμ εἶπεν πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου ἐπὰν δὲ εὕρητε ἀπαγγείλατέ μοι ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ
9 οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτοὺς ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον
10 ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα
11 καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εὗρον τὸ παιδίον μετὰ μαρίας τῆς μητρὸς αὐτοῦ καὶ πεσόντες προσεκύνησαν αὐτῷ καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὑτῶν προσήνεγκαν αὐτῷ δῶρα χρυσὸν καὶ λίβανον καὶ σμύρναν
12 καὶ χρηματισθέντες κατ᾽ ὄναρ μὴ ἀνακάμψαι πρὸς ἡρώδην δι᾽ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὑτῶν
13 ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ᾽ ὄναρ τῷ ἰωσὴφ λέγων ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς αἴγυπτον καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοί μέλλει γὰρ ἡρώδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό
14 ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς αἴγυπτον
15 καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς ἡρώδου ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ κυρίου διὰ τοῦ προφήτου λέγοντος ἐξ αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου
16 τότε ἡρώδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων ἐθυμώθη λίαν καὶ ἀποστείλας ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν βηθλεὲμ καὶ ἐν πᾶσιν τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων
17 τότε ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ ἰερεμίου τοῦ προφήτου λέγοντος
18 φωνὴ ἐν ῥαμᾶ ἠκούσθη θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολὺς ῥαχὴλ κλαίουσα τὰ τέκνα αὑτῆς καὶ οὐκ ἤθελεν παρακληθῆναι ὅτι οὐκ εἰσίν
19 τελευτήσαντος δὲ τοῦ ἡρώδου ἰδοὺ ἄγγελος κυρίου κατ᾽ ὄναρ φαίνεται τῷ ἰωσὴφ ἐν αἰγύπτῳ
20 λέγων ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν ἰσραήλ τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου
21 ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν ἰσραήλ
22 ἀκούσας δὲ ὅτι ἀρχέλαος βασιλεύει ἐπὶ τῆς ἰουδαίας ἀντὶ ἡρώδου τοῦ πατρὸς αὐτοῦ ἐφοβήθη ἐκεῖ ἀπελθεῖν χρηματισθεὶς δὲ κατ᾽ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς γαλιλαίας
23 καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην ναζαρὲτ ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι ναζωραῖος κληθήσεται
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées