Passage biblique Il semble que les références ne correspondent à aucun verset dans la version Codex W. Leningrad.
Comparer
Matthieu 26Mt 26 (Stephanus 1550)
1 καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ἰησοῦς πάντας τοὺς λόγους τούτους εἶπεν τοῖς μαθηταῖς αὐτοῦ2 οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι
3 τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου καϊάφα
4 καὶ συνεβουλεύσαντο ἵνα τὸν ἰησοῦν κρατήσωσιν δόλῳ καὶ ἀποκτείνωσιν
5 ἔλεγον δέ μὴ ἐν τῇ ἑορτῇ ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ
6 τοῦ δὲ ἰησοῦ γενομένου ἐν βηθανίᾳ ἐν οἰκίᾳ σίμωνος τοῦ λεπροῦ
7 προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου καὶ κατέχεεν ἐπὶ τῆν κεφαλὴν αὐτοῦ ἀνακειμένου
8 ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες εἰς τί ἡ ἀπώλεια αὕτη
9 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς
10 γνοὺς δὲ ὁ ἰησοῦς εἶπεν αὐτοῖς τί κόπους παρέχετε τῇ γυναικί ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ
11 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν ἐμὲ δὲ οὐ πάντοτε ἔχετε
12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν
13 ἀμὴν λέγω ὑμῖν ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς
14 τότε πορευθεὶς εἷς τῶν δώδεκα ὁ λεγόμενος ἰούδας ἰσκαριώτης πρὸς τοὺς ἆρχιερεῖς
15 εἶπεν τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια
16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ
17 τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ ἰησοῦ λέγοντες αὐτῷ ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα
18 ὁ δὲ εἶπεν ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ ὁ διδάσκαλος λέγει ὁ καιρός μου ἐγγύς ἐστιν πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου
19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ ἰησοῦς καὶ ἡτοίμασαν τὸ πάσχα
20 ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα
21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με
22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν μήτι ἐγώ εἰμι κύριε
23 ὁ δὲ ἀποκριθεὶς εἶπεν ὁ ἐμβάψας μετ᾽ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα οὗτός με παραδώσει
24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος
25 ἀποκριθεὶς δὲ ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν μήτι ἐγώ εἰμι ῥαββί λέγει αὐτῷ σὺ εἶπας
26 ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ ἰησοῦς τὸν ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπεν λάβετε φάγετε τοῦτό ἐστιν τὸ σῶμά μου
27 καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων πίετε ἐξ αὐτοῦ πάντες
28 τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν
29 λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ᾽ ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾽ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου
30 καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν
31 τότε λέγει αὐτοῖς ὁ ἰησοῦς πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ γέγραπται γάρ πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης
32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν γαλιλαίαν
33 ἀποκριθεὶς δὲ ὁ πέτρος εἶπεν αὐτῷ εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοί ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι
34 ἔφη αὐτῷ ὁ ἰησοῦς ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με
35 λέγει αὐτῷ ὁ πέτρος κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν οὐ μή σε ἀπαρνήσομαι ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπον
36 τότε ἔρχεται μετ᾽ αὐτῶν ὁ ἰησοῦς εἰς χωρίον λεγόμενον γεθσημανῆ καὶ λέγει τοῖς μαθηταῖς καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ
37 καὶ παραλαβὼν τὸν πέτρον καὶ τοὺς δύο υἱοὺς ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν
38 τότε λέγει αὐτοῖς περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾽ ἐμοῦ
39 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων πάτερ μου εἰ δυνατόν ἐστιν παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ᾽ ὡς σύ
40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας καὶ λέγει τῷ πέτρῳ οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ
41 γρηγορεῖτε καὶ προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής
42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων πάτερ μου εἰ οὐ δύναται τοῦτο τὸ ποτὴριον παρελθεῖν ἀπ᾽ ἐμοῦ ἐὰν μὴ αὐτὸ πίω γενηθήτω τὸ θέλημά σου
43 καὶ ἐλθὼν εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι
44 καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν
45 τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ καὶ λέγει αὐτοῖς καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε ἰδού ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν
46 ἐγείρεσθε ἄγωμεν ἰδού ἤγγικεν ὁ παραδιδούς με
47 καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδού ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ
48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων ὃν ἂν φιλήσω αὐτός ἐστιν κρατήσατε αὐτόν
49 καὶ εὐθέως προσελθὼν τῷ ἰησοῦ εἶπεν χαῖρε ῥαββί καὶ κατεφίλησεν αὐτόν
50 ὁ δὲ ἰησοῦς εἶπεν αὐτῷ ἑταῖρε ἐφ᾽ ὦ πάρει τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν ἰησοῦν καὶ ἐκράτησαν αὐτόν
51 καὶ ἰδού εἷς τῶν μετὰ ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὖτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἆρχιερέως ἆφεῖλεν αὖτοῦ τὸ ὦτίον
52 τότε λέγει αὐτῷ ὁ ἰησοῦς ἀπόστρεψόν σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀπολοῦνται
53 ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν πατέρα μου καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων
54 πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι
55 ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ ἰησοῦς τοῖς ὄχλοις ης ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με καθ᾽ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ καὶ οὐκ ἐκρατήσατέ με
56 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον
57 οἱ δὲ κρατήσαντες τὸν ἰησοῦν ἀπήγαγον πρὸς καϊάφαν τὸν ἀρχιερέα ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν
58 ὁ δὲ πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος
59 οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ ἰησοῦ ὅπως αὐτὸν θανατώσωσιν
60 καὶ οὐχ εὗρον καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων οὐχ εὗρον ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες
61 εἶπον οὗτος ἔφη δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν
62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ οὐδὲν ἀποκρίνῃ τί οὗτοί σου καταμαρτυροῦσιν
63 ὁ δὲ ἰησοῦς ἐσιώπα καὶ ἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ
64 λέγει αὐτῷ ὁ ἰησοῦς σὺ εἶπας πλὴν λέγω ὑμῖν ἀπ᾽ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ
65 τότε ὁ ἀρχιερεὺς διέῤῥηξεν τὰ ἱμάτια αὐτοῦ λέγων ὅτι ἐβλασφήμησεν τί ἔτι χρείαν ἔχομεν μαρτύρων ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ
66 τί ὑμῖν δοκεῖ οἱ δὲ ἀποκριθέντες εἰπον ἕνοχος θανάτου ἐστίν
67 τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν οἱ δὲ ἐῤῥάπισαν
68 λέγοντες προφήτευσον ἡμῖν χριστέ τίς ἐστιν ὁ παίσας σε
69 ὁ δὲ πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα καὶ σὺ ἦσθα μετὰ ἰησοῦ τοῦ γαλιλαίου
70 ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων οὐκ οἶδα τί λέγεις
71 ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ καὶ οὗτος ἦν μετὰ ἰησοῦ τοῦ ναζωραίου
72 καὶ πάλιν ἠρνήσατο μεθ᾽ ὅρκου ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον
73 μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ πέτρῳ ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ
74 τότε ἤρξατο καταναθεματίζειν καὶ ὀμνύειν ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν
75 καὶ ἐμνήσθη ὁ πέτρος τοῦ ῥήματος τοῦ ἰησοῦ εἰρηκότος αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς
Mt 26 (Vulgate)
1 Et factum est : cum consummasset Jesus sermones hos omnes, dixit discipulis suis :2 Scitis quia post biduum Pascha fiet, et Filius hominis tradetur ut crucifigatur.
3 Tunc congregati sunt principes sacerdotum, et seniores populi, in atrium principis sacerdotum, qui dicebatur Caiphas :
4 et consilium fecerunt ut Jesum dolo tenerent, et occiderent.
5 Dicebant autem : Non in die festo, ne forte tumultus fieret in populo.
6 Cum autem Jesus esset in Bethania in domo Simonis leprosi,
7 accessit ad eum mulier habens alabastrum unguenti pretiosi, et effudit super caput ipsius recumbentis.
8 Videntes autem discipuli, indignati sunt, dicentes : Ut quid perditio hæc ?
9 potuit enim istud venundari multo, et dari pauperibus.
10 Sciens autem Jesus, ait illis : Quid molesti estis huic mulieri ? opus enim bonum operata est in me.
11 Nam semper pauperes habetis vobiscum : me autem non semper habetis.
12 Mittens enim hæc unguentum hoc in corpus meum, ad sepeliendum me fecit.
13 Amen dico vobis, ubicumque prædicatum fuerit hoc Evangelium in toto mundo, dicetur et quod hæc fecit in memoriam ejus.
14 Tunc abiit unus de duodecim, qui dicebatur Judas Iscariotes, ad principes sacerdotum :
15 et ait illis : Quid vultis mihi dare, et ego vobis eum tradam ? At illi constituerunt ei triginta argenteos.
16 Et exinde quærebat opportunitatem ut eum traderet.
17 Prima autem die azymorum accesserunt discipuli ad Jesum, dicentes : Ubi vis paremus tibi comedere Pascha ?
18 At Jesus dixit : Ite in civitatem ad quemdam, et dicite ei : Magister dicit : Tempus meum prope est, apud te facio Pascha cum discipulis meis.
19 Et fecerunt discipuli sicut constituit illis Jesus, et paraverunt Pascha.
20 Vespere autem facto, discumbebat cum duodecim discipulis suis.
21 Et edentibus illis, dixit : Amen dico vobis, quia unus vestrum me traditurus est.
22 Et contristati valde, cœperunt singuli dicere : Numquid ego sum Domine ?
23 At ipse respondens, ait : Qui intingit mecum manum in paropside, hic me tradet.
24 Filius quidem hominis vadit, sicut scriptum est de illo : væ autem homini illi, per quem Filius hominis tradetur ! bonum erat ei, si natus non fuisset homo ille.
25 Respondens autem Judas, qui tradidit eum, dixit : Numquid ego sum Rabbi ? Ait illi : Tu dixisti.
26 Cœnantibus autem eis, accepit Jesus panem, et benedixit, ac fregit, deditque discipulis suis, et ait : Accipite, et comedite : hoc est corpus meum.
27 Et accipiens calicem, gratias egit : et dedit illis, dicens : Bibite ex hoc omnes.
28 Hic est enim sanguis meus novi testamenti, qui pro multis effundetur in remissionem peccatorum.
29 Dico autem vobis : non bibam amodo de hoc genimine vitis usque in diem illum, cum illud bibam vobiscum novum in regno Patris mei.
30 Et hymno dicto, exierunt in montem Oliveti.
31 Tunc dicit illis Jesus : Omnes vos scandalum patiemini in me in ista nocte. Scriptum est enim : Percutiam pastorem, et dispergentur oves gregis.
32 Postquam autem resurrexero, præcedam vos in Galilæam.
33 Respondens autem Petrus, ait illi : Et si omnes scandalizati fuerint in te, ego numquam scandalizabor.
34 Ait illi Jesus : Amen dico tibi, quia in hac nocte, antequam gallus cantet, ter me negabis.
35 Ait illi Petrus : Etiamsi oportuerit me mori tecum, non te negabo. Similiter et omnes discipuli dixerunt.
36 Tunc venit Jesus cum illis in villam, quæ dicitur Gethsemani, et dixit discipulis suis : Sedete hic donec vadam illuc, et orem.
37 Et assumpto Petro, et duobus filiis Zebedæi, cœpit contristari et mœstus esse.
38 Tunc ait illis : Tristis est anima mea usque ad mortem : sustinete hic, et vigilate mecum.
39 Et progressus pusillum, procidit in faciem suam, orans, et dicens : Pater mi, si possibile est, transeat a me calix iste : verumtamen non sicut ego volo, sed sicut tu.
40 Et venit ad discipulos suos, et invenit eos dormientes, et dicit Petro : Sic non potuistis una hora vigilare mecum ?
41 Vigilate, et orate ut non intretis in tentationem. Spiritus quidem promptus est, caro autem infirma.
42 Iterum secundo abiit, et oravit, dicens : Pater mi, si non potest hic calix transire nisi bibam illum, fiat voluntas tua.
43 Et venit iterum, et invenit eos dormientes : erant enim oculi eorum gravati.
44 Et relictis illis, iterum abiit, et oravit tertio, eumdem sermonem dicens.
45 Tunc venit ad discipulos suos, et dicit illis : Dormite jam, et requiescite : ecce appropinquavit hora, et Filius hominis tradetur in manus peccatorum.
46 Surgite, eamus : ecce appropinquavit qui me tradet.
47 Adhuc eo loquente, ecce Judas unus de duodecim venit, et cum eo turba multa cum gladiis et fustibus, missi a principibus sacerdotum, et senioribus populi.
48 Qui autem tradidit eum, dedit illis signum, dicens : Quemcumque osculatus fuero, ipse est, tenete eum.
49 Et confestim accedens ad Jesum, dixit : Ave Rabbi. Et osculatus est eum.
50 Dixitque illi Jesus : Amice, ad quid venisti ? Tunc accesserunt, et manus injecerunt in Jesum, et tenuerunt eum.
51 Et ecce unus ex his qui erant cum Jesu, extendens manum, exemit gladium suum, et percutiens servum principis sacerdotum amputavit auriculam ejus.
52 Tunc ait illi Jesus : Converte gladium tuum in locum suum : omnes enim, qui acceperint gladium, gladio peribunt.
53 An putas, quia non possum rogare patrem meum, et exhibebit mihi modo plusquam duodecim legiones angelorum ?
54 Quomodo ergo implebuntur Scripturæ, quia sic oportet fieri ?
55 In illa hora dixit Jesus turbis : Tamquam ad latronem existis cum gladiis et fustibus comprehendere me : quotidie apud vos sedebam docens in templo, et non me tenuistis.
56 Hoc autem totum factum est, ut adimplerentur Scripturæ prophetarum. Tunc discipuli omnes, relicto eo, fugerunt.
57 At illi tenentes Jesum, duxerunt ad Caipham principem sacerdotum, ubi scribæ et seniores convenerant.
58 Petrus autem sequebatur eum a longe, usque in atrium principis sacerdotum. Et ingressus intro, sedebat cum ministris, ut videret finem.
59 Principes autem sacerdotum, et omne concilium, quærebant falsum testimonium contra Jesum, ut eum morti traderent :
60 et non invenerunt, cum multi falsi testes accessissent. Novissime autem venerunt duo falsi testes,
61 et dixerunt : Hic dixit : Possum destruere templum Dei, et post triduum reædificare illud.
62 Et surgens princeps sacerdotum, ait illi : Nihil respondes ad ea, quæ isti adversum te testificantur ?
63 Jesus autem tacebat. Et princeps sacerdotum ait illi : Adjuro te per Deum vivum, ut dicas nobis si tu es Christus Filius Dei.
64 Dicit illi Jesus : Tu dixisti. Verumtamen dico vobis, amodo videbitis Filium hominis sedentem a dextris virtutis Dei, et venientem in nubibus cæli.
65 Tunc princeps sacerdotum scidit vestimenta sua, dicens : Blasphemavit : quid adhuc egemus testibus ? ecce nunc audistis blasphemiam :
66 quid vobis videtur ? At illi respondentes dixerunt : Reus est mortis.
67 Tunc exspuerunt in faciem ejus, et colaphis eum ceciderunt, alii autem palmas in faciem ejus dederunt,
68 dicentes : Prophetiza nobis Christe, quis est qui te percussit ?
69 Petrus vero sedebat foris in atrio : et accessit ad eum una ancilla, dicens : Et tu cum Jesu Galilæo eras.
70 At ille negavit coram omnibus, dicens : Nescio quid dicis.
71 Exeunte autem illo januam, vidit eum alia ancilla, et ait his qui erant ibi : Et hic erat cum Jesu Nazareno.
72 Et iterum negavit cum juramento : Quia non novi hominem.
73 Et post pusillum accesserunt qui stabant, et dixerunt Petro : Vere et tu ex illis es : nam et loquela tua manifestum te facit.
74 Tunc cœpit detestari et jurare quia non novisset hominem. Et continuo gallus cantavit.
75 Et recordatus est Petrus verbi Jesu, quod dixerat : Priusquam gallus cantet, ter me negabis. Et egressus foras, flevit amare.
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées