Passage biblique Il semble que les références ne correspondent à aucun verset dans la version Codex W. Leningrad.
Comparer
Luc 7Lc 7 (Stephanus 1550)
1 ἐπει δὲ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ εἰσῆλθεν εἰς καπερναούμ2 ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν ὃς ἦν αὐτῷ ἔντιμος
3 ἀκούσας δὲ περὶ τοῦ ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν ἰουδαίων ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ
4 οἱ δὲ παραγενόμενοι πρὸς τὸν ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ παρέξει τοῦτο
5 ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν
6 ὁ δὲ ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους λέγων αὐτῷ, κύριε μὴ σκύλλου οὐ γὰρ εἰμι ἱκανός ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς
7 διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν ἀλλὰ εἰπὲ λόγῳ καὶ ἰαθήσεται ὁ παῖς μου
8 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας καὶ λέγω τούτῳ πορεύθητι καὶ πορεύεται καὶ ἄλλῳ ἕρχου καὶ ἔρχεται καὶ τῷ δούλῳ μου ποίησον τοῦτο καὶ ποιεῖ
9 ἀκούσας δὲ ταῦτα ὁ ἰησοῦς ἐθαύμασεν αὐτόν καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν λέγω ὑμῖν οὐδὲ ἐν τῷ ἰσραὴλ τοσαύτην πίστιν εὗρον
10 καὶ ὑποστρέψαντες οἱ πεμφθέντες εἰς τὸν οἶκον εὗρον τὸν ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα
11 καὶ ἐγένετο ἐν τῇ ἑξῆς ἐπορεύετο εἰς πόλιν καλουμένην ναΐν καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ, καὶ ὄχλος πολύς
12 ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως καὶ ἰδού, ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ καὶ αὐτὴ ἦν χήρα καὶ ὄχλος τῆς πόλεως ἱκανὸς σὺν αὐτῇ
13 καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ᾽ αὐτῇ καὶ εἶπεν αὐτῇ μὴ κλαῖε
14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ οἱ δὲ βαστάζοντες ἔστησαν καὶ εἶπεν νεανίσκε σοὶ λέγω ἐγέρθητι
15 καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ
16 ἔλαβεν δὲ φόβος ἅπαντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν καὶ ὅτι ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ
17 καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ ἰουδαίᾳ περὶ αὐτοῦ καὶ ἐν πάσῃ τῇ περιχώρῳ
18 καὶ ἀπήγγειλαν ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων
19 καί προσκαλεσάμενος δύο τινάς τῶν μαθητῶν αὐτοῦ ὁ ἰωάννης ἔπεμψεν πρὸς τὸν ἰησοῦν, λέγων, σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν
20 παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον, ἰωάννης ὁ βαπτιστὴς ἀπέσταλκεν ἡμᾶς πρὸς σὲ λέγων, σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν
21 ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ βλέπειν
22 καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν αὐτοῖς πορευθέντες ἀπαγγείλατε ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε ὅτι τυφλοὶ ἀναβλέπουσιν χωλοὶ περιπατοῦσιν λεπροὶ καθαρίζονται κωφοὶ ἀκούουσιν νεκροὶ ἐγείρονται πτωχοὶ εὐαγγελίζονται
23 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί
24 ἀπελθόντων δὲ τῶν ἀγγέλων ἰωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ ἰωάννου τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον
25 ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν
26 ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν προφήτην ναί λέγω ὑμῖν καὶ περισσότερον προφήτου
27 οὗτός ἐστιν περὶ οὗ γέγραπται ἰδού, ἐγώ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου
28 λέγω γὰρ ὑμῖν μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν
29 καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν βαπτισθέντες τὸ βάπτισμα ἰωάννου
30 οἱ δὲ φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ
31 εἶπεν δὲ ὁ κύριος, τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης καὶ τίνι εἰσὶν ὅμοιοι
32 ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις καὶ λέγουσιν, ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκλαύσατε
33 ἐλήλυθεν γὰρ ἰωάννης ὁ βαπτιστὴς μήτε ἄρτον ἐσθίων μὴτὲ οἶνον πίνων καὶ λέγετε δαιμόνιον ἔχει
34 ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων καὶ λέγετε ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης τελωνῶν φίλος καὶ ἁμαρτωλῶν
35 καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς πάντων
36 ἠρώτα δέ τις αὐτὸν τῶν φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ καὶ εἰσελθὼν εἰς τὴν οἶκὶαν τοῦ φαρισαίου ἀνεκλίθη
37 καὶ ἰδού, γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ φαρισαίου κομίσασα ἀλάβαστρον μύρου
38 καὶ στᾶσα παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω κλαίουσα ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσιν καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ
39 ἰδὼν δὲ ὁ φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων, οὗτος εἰ ἦν προφήτης ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ ὅτι ἁμαρτωλός ἐστιν
40 καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν πρὸς αὐτόν σίμων ἔχω σοί τι εἰπεῖν ὁ δέ φησίν διδάσκαλε εἰπέ
41 δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια ὁ δὲ ἕτερος πεντήκοντα
42 μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο τίς οὖν αὐτῶν εἶπὲ, πλεῖον αὐτόν ἀγαπήσει
43 ἀποκριθεὶς δὲ ὁ σίμων εἶπεν ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο ὁ δὲ εἶπεν αὐτῷ ὀρθῶς ἔκρινας
44 καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ σίμωνι ἔφη βλέπεις ταύτην τὴν γυναῖκα εἰσῆλθόν σου εἰς τὴν οἰκίαν ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν τὴς κεφαλῆς αὐτῆς ἐξέμαξεν
45 φίλημά μοι οὐκ ἔδωκας αὕτη δὲ ἀφ᾽ ἡς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας
46 ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας αὕτη δὲ μύρῳ ἤλειψεν μου τοὺς πόδας
47 οὗ χάριν λέγω σοι ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί ὅτι ἠγάπησεν πολύ ᾧ δὲ ὀλίγον ἀφίεται ὀλίγον ἀγαπᾷ
48 εἶπεν δὲ αὐτῇ ἀφέωνταί σου αἱ ἁμαρτίαι
49 καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν
50 εἶπεν δὲ πρὸς τὴν γυναῖκα ἡ πίστις σου σέσωκέν σε πορεύου εἰς εἰρήνην
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées