Lueur.org - Un éclairage sur la foi

Comparer

1 Corinthiens 1

TR1550 1 παῦλος κλητὸς ἀπόστολος ἰησοῦ χριστοῦ διὰ θελήματος θεοῦ καὶ σωσθένης ὁ ἀδελφός

TR1550 2 τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν κορίνθῳ ἡγιασμένοις ἐν χριστῷ ἰησοῦ κλητοῖς ἁγίοις σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν

TR1550 3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου ἰησοῦ χριστοῦ

TR1550 4 εὐχαριστῶ τῷ θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν χριστῷ ἰησοῦ

TR1550 5 ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει

TR1550 6 καθὼς τὸ μαρτύριον τοῦ χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν

TR1550 7 ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ

TR1550 8 ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ

TR1550 9 πιστὸς ὁ θεὸς δι᾽ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ ἰησοῦ χριστοῦ τοῦ κυρίου ἡμῶν

TR1550 10 παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ ἵνα τὸ αὐτὸ λέγητε πάντες καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ

TR1550 11 ἐδηλώθη γάρ μοι περὶ ὑμῶν ἀδελφοί μου ὑπὸ τῶν χλόης ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν

TR1550 12 λέγω δὲ τοῦτο ὅτι ἕκαστος ὑμῶν λέγει ἐγὼ μέν εἰμι παύλου ἐγὼ δὲ ἀπολλῶ ἐγὼ δὲ κηφᾶ ἐγὼ δὲ χριστοῦ

TR1550 13 μεμέρισται ὁ χριστός μὴ παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν ἢ εἰς τὸ ὄνομα παύλου ἐβαπτίσθητε

TR1550 14 εὐχαριστῶ τῷ θεῷ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ κρίσπον καὶ γάϊον

TR1550 15 ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβάπτισα

TR1550 16 ἐβάπτισα δὲ καὶ τὸν στεφανᾶ οἶκον λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα

TR1550 17 οὐ γὰρ ἀπέστειλέν με χριστὸς βαπτίζειν ἀλλ᾽ εὐαγγελίζεσθαι οὐκ ἐν σοφίᾳ λόγου ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ χριστοῦ

TR1550 18 ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν

TR1550 19 γέγραπται γάρ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω

TR1550 20 ποῦ σοφός ποῦ γραμματεύς ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου

TR1550 21 ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας

TR1550 22 ἐπειδὴ καὶ ἰουδαῖοι σημεῖον αἰτοῦσιν καὶ ἕλληνες σοφίαν ζητοῦσιν

TR1550 23 ἡμεῖς δὲ κηρύσσομεν χριστὸν ἐσταυρωμένον ἰουδαίοις μὲν σκάνδαλον ἕλλησιν δὲ μωρίαν

TR1550 24 αὐτοῖς δὲ τοῖς κλητοῖς ἰουδαίοις τε καὶ ἕλλησιν χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν

TR1550 25 ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν

TR1550 26 βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν ἀδελφοί ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα οὐ πολλοὶ δυνατοί οὐ πολλοὶ εὐγενεῖς

TR1550 27 ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς ἵνα τοὺς σοφούς καταισχύνῃ καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς ἵνα καταισχύνῃ τὰ ἰσχυρά

TR1550 28 καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός καὶ τὰ μὴ ὄντα ἵνα τὰ ὄντα καταργήσῃ

TR1550 29 ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ

TR1550 30 ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν χριστῷ ἰησοῦ ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ θεοῦ δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις

TR1550 31 ἵνα καθὼς γέγραπται ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées