Lueur.org - Un éclairage sur la foi

Comparer

1 Corinthiens 11

TR1550 1 μιμηταί μου γίνεσθε καθὼς κἀγὼ χριστοῦ

TR1550 2 ἐπαινῶ δὲ ὑμᾶς ἀδελφοί ὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε

TR1550 3 θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ χριστός ἐστιν κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ κεφαλὴ δὲ χριστοῦ ὁ θεός

TR1550 4 πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ

TR1550 5 πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν ἑαυτῆς ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ

TR1550 6 εἰ γὰρ οὐ κατακαλύπτεται γυνή καὶ κειράσθω εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ ξυρᾶσθαι κατακαλυπτέσθω

TR1550 7 ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων γυνὴ δὲ δόξα ἀνδρός ἐστιν

TR1550 8 οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός ἀλλὰ γυνὴ ἐξ ἀνδρός

TR1550 9 καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα

TR1550 10 διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους

TR1550 11 πλὴν οὔτε ἀνὴρ χωρὶς γυναικὸς οὔτε γυνὴ χωρὶς ἀνδρὸς ἐν κυρίῳ

TR1550 12 ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός οὕτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ

TR1550 13 ἐν ὑμῖν αὐτοῖς κρίνατε πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον τῷ θεῷ προσεύχεσθαι

TR1550 14 ἡ οὐδὲ αὐτὴ ἤ φύσις διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ ἀτιμία αὐτῷ ἐστιν

TR1550 15 γυνὴ δὲ ἐὰν κομᾷ δόξα αὐτῇ ἐστιν ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται αὐτῇ

TR1550 16 εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεοῦ

TR1550 17 τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖττον ἀλλ᾽ εἰς τὸ ἧττον συνέρχεσθε

TR1550 18 πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν τῇ ἐκκλησίᾳ ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν καὶ μέρος τι πιστεύω

TR1550 19 δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν

TR1550 20 συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν

TR1550 21 ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν καὶ ὃς μὲν πεινᾷ ὃς δὲ μεθύει

TR1550 22 μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας τί ὑμῖν εἴπω ἐπαινέσω ὑμᾶς ἐν τούτῳ οὐκ ἐπαινῶ

TR1550 23 ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου ὃ καὶ παρέδωκα ὑμῖν ὅτι ὁ κύριος ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ παρεδίδοτο ἔλαβεν ἄρτον

TR1550 24 καὶ εὐχαριστήσας ἔκλασεν καὶ εἶπεν λάβετε, φάγετε, τοῦτό μου ἐστὶν τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν

TR1550 25 ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι λέγων, τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι τοῦτο ποιεῖτε ὁσάκις ἂν πίνητε εἰς τὴν ἐμὴν ἀνάμνησιν

TR1550 26 ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο πίνητε τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε ἄχρις οὗ ἂν ἔλθῃ

TR1550 27 ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως ἔνοχος ἔσται τοῦ σώματος καὶ αἵματος τοῦ κυρίου

TR1550 28 δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω

TR1550 29 ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει μὴ διακρίνων τὸ σῶμα τοῦ κυρίου

TR1550 30 διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι καὶ κοιμῶνται ἱκανοί

TR1550 31 εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν οὐκ ἂν ἐκρινόμεθα

TR1550 32 κρινόμενοι δὲ ὑπὸ κυρίου παιδευόμεθα ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν

TR1550 33 ὥστε ἀδελφοί μου συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε

TR1550 34 εἰ δέ τις πεινᾷ ἐν οἴκῳ ἐσθιέτω ἵνα μὴ εἰς κρίμα συνέρχησθε τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées