Lueur.org - Un éclairage sur la foi

Comparer

1 Corinthiens 12

TR1550 1 περὶ δὲ τῶν πνευματικῶν ἀδελφοί οὐ θέλω ὑμᾶς ἀγνοεῖν

TR1550 2 οἴδατε ὅτι ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι

TR1550 3 διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει ἀνάθεμα ἰησοῦν, καὶ οὐδεὶς δύναται εἰπεῖν κύριον ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ

TR1550 4 διαιρέσεις δὲ χαρισμάτων εἰσίν τὸ δὲ αὐτὸ πνεῦμα

TR1550 5 καὶ διαιρέσεις διακονιῶν εἰσιν καὶ ὁ αὐτὸς κύριος

TR1550 6 καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν ὁ δὲ αὐτός ἐστιν θεός ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν

TR1550 7 ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον

TR1550 8 ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα

TR1550 9 ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματι ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ πνεύματι

TR1550 10 ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων ἄλλῳ δὲ προφητεία ἄλλῳ δὲ διακρίσεις πνευμάτων ἑτέρῳ δὲ γένη γλωσσῶν ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν

TR1550 11 πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται

TR1550 12 καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη ἔχει πολλὰ πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνός, πολλὰ ὄντα ἕν ἐστιν σῶμα οὕτως καὶ ὁ χριστός

TR1550 13 καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν εἴτε ἰουδαῖοι εἴτε ἕλληνες εἴτε δοῦλοι εἴτε ἐλεύθεροι καὶ πάντες εἰς ἓν πνεῦμα ἐποτίσθημεν

TR1550 14 καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά

TR1550 15 ἐὰν εἴπῃ ὁ πούς ὅτι οὐκ εἰμὶ χείρ οὐκ εἰμὶ ἐκ τοῦ σώματος οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος

TR1550 16 καὶ ἐὰν εἴπῃ τὸ οὖς ὅτι οὐκ εἰμὶ ὀφθαλμός οὐκ εἰμὶ ἐκ τοῦ σώματος οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος

TR1550 17 εἰ ὅλον τὸ σῶμα ὀφθαλμός ποῦ ἡ ἀκοή εἰ ὅλον ἀκοή ποῦ ἡ ὄσφρησις

TR1550 18 νυνὶ δὲ ὁ θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν

TR1550 19 εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος ποῦ τὸ σῶμα

TR1550 20 νῦν δὲ πολλὰ μὲν μέλη ἓν δὲ σῶμα

TR1550 21 οὐ δύναται δὲ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί χρείαν σου οὐκ ἔχω ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν χρείαν ὑμῶν οὐκ ἔχω

TR1550 22 ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν

TR1550 23 καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει

TR1550 24 τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει ἀλλ᾽ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα τῷ ὑστεροῦντι περισσοτέραν δοὺς τιμήν

TR1550 25 ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη

TR1550 26 καὶ εἴτε πάσχει ἓν μέλος συμπάσχει πάντα τὰ μέλη εἴτε δοξάζεται ἓν μέλος συγχαίρει πάντα τὰ μέλη

TR1550 27 ὑμεῖς δέ ἐστε σῶμα χριστοῦ καὶ μέλη ἐκ μέρους

TR1550 28 καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους δεύτερον προφήτας τρίτον διδασκάλους ἔπειτα δυνάμεις εἶτα χαρίσματα ἰαμάτων ἀντιλήψεις, κυβερνήσεις γένη γλωσσῶν

TR1550 29 μὴ πάντες ἀπόστολοι μὴ πάντες προφῆται μὴ πάντες διδάσκαλοι μὴ πάντες δυνάμεις

TR1550 30 μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων μὴ πάντες γλώσσαις λαλοῦσιν μὴ πάντες διερμηνεύουσιν

TR1550 31 ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées