Comparer
1 Corinthiens 15TR1550 1 γνωρίζω δὲ ὑμῖν ἀδελφοί τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν ὃ καὶ παρελάβετε ἐν ᾧ καὶ ἑστήκατε
TR1550 2 δι᾽ οὗ καὶ σῴζεσθε τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε
TR1550 3 παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον ὅτι χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς
TR1550 4 καὶ ὅτι ἐτάφη καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς
TR1550 5 καὶ ὅτι ὤφθη κηφᾷ εἶτα τοῖς δώδεκα
TR1550 6 ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι τινὲς δὲ καὶ ἐκοιμήθησαν
TR1550 7 ἔπειτα ὤφθη ἰακώβῳ εἶτα τοῖς ἀποστόλοις πᾶσιν
TR1550 8 ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί
TR1550 9 ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ
TR1550 10 χάριτι δὲ θεοῦ εἰμι ὅ εἰμι καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα οὐκ ἐγὼ δὲ ἀλλ᾽ ἡ χάρις τοῦ θεοῦ ἡ σὺν ἐμοί
TR1550 11 εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε
TR1550 12 εἰ δὲ χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται πῶς λέγουσίν τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν
TR1550 13 εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν οὐδὲ χριστὸς ἐγήγερται
TR1550 14 εἰ δὲ χριστὸς οὐκ ἐγήγερται κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν
TR1550 15 εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν χριστόν ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται
TR1550 16 εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται οὐδὲ χριστὸς ἐγήγερται
TR1550 17 εἰ δὲ χριστὸς οὐκ ἐγήγερται ματαία ἡ πίστις ὑμῶν ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν
TR1550 18 ἄρα καὶ οἱ κοιμηθέντες ἐν χριστῷ ἀπώλοντο
TR1550 19 εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν χριστῷ μόνον ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν
TR1550 20 νυνὶ δὲ χριστὸς ἐγήγερται ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο
TR1550 21 ἐπειδὴ γὰρ δι᾽ ἀνθρώπου ὁ θάνατος καὶ δι᾽ ἀνθρώπου ἀνάστασις νεκρῶν
TR1550 22 ὥσπερ γὰρ ἐν τῷ ἀδὰμ πάντες ἀποθνῄσκουσιν οὕτως καὶ ἐν τῷ χριστῷ πάντες ζῳοποιηθήσονται
TR1550 23 ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι ἀπαρχὴ χριστός ἔπειτα οἱ χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ
TR1550 24 εἶτα τὸ τέλος ὅταν παραδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν
TR1550 25 δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἄν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ
TR1550 26 ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος
TR1550 27 πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα
TR1550 28 ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν
TR1550 29 ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν
TR1550 30 τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν
TR1550 31 καθ᾽ ἡμέραν ἀποθνῄσκω νὴ τὴν ἡμετέραν καύχησιν ἣν ἔχω ἐν χριστῷ ἰησοῦ τῷ κυρίῳ ἡμῶν
TR1550 32 εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν ἐφέσῳ τί μοι τὸ ὄφελος εἰ νεκροὶ οὐκ ἐγείρονται φάγωμεν καὶ πίωμεν αὔριον γὰρ ἀποθνῄσκομεν
TR1550 33 μὴ πλανᾶσθε φθείρουσιν ἤθη χρησθ᾽ ὁμιλίαι κακαί
TR1550 34 ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσιν πρὸς ἐντροπὴν ὑμῖν λέγω
TR1550 35 ἀλλ᾽ ἐρεῖ τις πῶς ἐγείρονται οἱ νεκροί ποίῳ δὲ σώματι ἔρχονται
TR1550 36 ἄφρον σὺ ὃ σπείρεις οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ
TR1550 37 καὶ ὃ σπείρεις οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν
TR1550 38 ὁ δὲ θεὸς αὐτῷ δίδωσιν σῶμα καθὼς ἠθέλησεν καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα
TR1550 39 οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ ἀλλὰ ἄλλη μὲν σὰρξ ἀνθρώπων ἄλλη δὲ σὰρξ κτηνῶν ἄλλη δὲ ἰχθύων ἄλλη δὲ πτηνῶν
TR1550 40 καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια ἀλλ᾽ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα ἑτέρα δὲ ἡ τῶν ἐπιγείων
TR1550 41 ἄλλη δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης καὶ ἄλλη δόξα ἀστέρων ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ
TR1550 42 οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν σπείρεται ἐν φθορᾷ ἐγείρεται ἐν ἀφθαρσίᾳ
TR1550 43 σπείρεται ἐν ἀτιμίᾳ ἐγείρεται ἐν δόξῃ σπείρεται ἐν ἀσθενείᾳ ἐγείρεται ἐν δυνάμει
TR1550 44 σπείρεται σῶμα ψυχικόν ἐγείρεται σῶμα πνευματικόν ἔστιν σῶμα ψυχικόν καὶ ἔστιν σῶμα πνευματικόν
TR1550 45 οὕτως καὶ γέγραπται ἐγένετο ὁ πρῶτος ἄνθρωπος ἀδὰμ εἰς ψυχὴν ζῶσαν ὁ ἔσχατος ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν
TR1550 46 ἀλλ᾽ οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν ἔπειτα τὸ πνευματικόν
TR1550 47 ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός ὁ δεύτερος ἄνθρωπος ὁ κύριος ἐξ οὐρανοῦ
TR1550 48 οἷος ὁ χοϊκός τοιοῦτοι καὶ οἱ χοϊκοί καὶ οἷος ὁ ἐπουράνιος τοιοῦτοι καὶ οἱ ἐπουράνιοι
TR1550 49 καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου
TR1550 50 τοῦτο δέ φημι ἀδελφοί ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ
TR1550 51 ἰδού, μυστήριον ὑμῖν λέγω πάντες μὲν οὐ κοιμηθησόμεθα πάντες δὲ ἀλλαγησόμεθα
TR1550 52 ἐν ἀτόμῳ ἐν ῥιπῇ ὀφθαλμοῦ ἐν τῇ ἐσχάτῃ σάλπιγγι σαλπίσει γάρ καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι καὶ ἡμεῖς ἀλλαγησόμεθα
TR1550 53 δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν
TR1550 54 ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος κατεπόθη ὁ θάνατος εἰς νῖκος
TR1550 55 ποῦ σου θάνατε τὸ κέντρον ποῦ σου ᾅδη, τὸ νῖκος
TR1550 56 τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος
TR1550 57 τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ
TR1550 58 ὥστε ἀδελφοί μου ἀγαπητοί ἑδραῖοι γίνεσθε ἀμετακίνητοι περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées