Lueur.org - Un éclairage sur la foi

Comparer

1 Corinthiens 16

TR1550 1 περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς γαλατίας οὕτως καὶ ὑμεῖς ποιήσατε

TR1550 2 κατὰ μίαν σαββάτων ἕκαστος ὑμῶν παρ᾽ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἂν εὐοδῶται ἵνα μὴ ὅταν ἔλθω τότε λογίαι γίνωνται

TR1550 3 ὅταν δὲ παραγένωμαι οὓς ἐὰν δοκιμάσητε δι᾽ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς ἰερουσαλήμ

TR1550 4 ἐὰν δὲ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι σὺν ἐμοὶ πορεύσονται

TR1550 5 ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω Μακεδονίαν γὰρ διέρχομαι

TR1550 6 πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ ἢ καὶ παραχειμάσω ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι

TR1550 7 οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν ἐλπίζω δὲ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς ἐὰν ὁ κύριος ἐπιτρέπῃ

TR1550 8 ἐπιμενῶ δὲ ἐν ἐφέσῳ ἕως τῆς πεντηκοστῆς

TR1550 9 θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής καὶ ἀντικείμενοι πολλοί

TR1550 10 ἐὰν δὲ ἔλθῃ τιμόθεος βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς καὶ ἐγώ

TR1550 11 μή τις οὖν αὐτὸν ἐξουθενήσῃ προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ ἵνα ἔλθῃ πρός με ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν

TR1550 12 περὶ δὲ ἀπολλῶ τοῦ ἀδελφοῦ πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ

TR1550 13 γρηγορεῖτε στήκετε ἐν τῇ πίστει ἀνδρίζεσθε κραταιοῦσθε

TR1550 14 πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω

TR1550 15 παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί οἴδατε τὴν οἰκίαν στεφανᾶ ὅτι ἐστὶν ἀπαρχὴ τῆς ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς

TR1550 16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι

TR1550 17 χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ στεφανᾶ καὶ φουρτουνάτου καὶ ἀχαϊκοῦ ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν

TR1550 18 ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν ἐπιγινώσκετε οὖν τοὺς τοιούτους

TR1550 19 ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς ἀσίας ἀσπάζονται ὑμᾶς ἐν κυρίῳ πολλὰ ἀκύλας καὶ πρίσκιλλα, σὺν τῇ κατ᾽ οἶκον αὐτῶν ἐκκλησίᾳ

TR1550 20 ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ

TR1550 21 ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ παύλου

TR1550 22 εἴ τις οὐ φιλεῖ τὸν κύριον ἰησοῦν χριστόν, ἤτω ἀνάθεμα μαρὰν ἀθά

TR1550 23 ἡ χάρις τοῦ κυρίου ἰησοῦ χριστοῦ μεθ᾽ ὑμῶν

TR1550 24 ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν χριστῷ ἰησοῦ ἀμήν πρὸς κορινθίους πρώτη ἐγράφη ἀπὸ φιλίππων διὰ στεφανᾶ καὶ φουρτουνάτου καὶ ἀχαϊκοῦ καὶ τιμοθέου

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées