Lueur.org - Un éclairage sur la foi

Comparer

1 Corinthiens 3

TR1550 1 καὶ ἐγώ, ἀδελφοί οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ᾽ ὡς σαρκικοῖς ὡς νηπίοις ἐν χριστῷ

TR1550 2 γάλα ὑμᾶς ἐπότισα καὶ οὐ βρῶμα οὔπω γὰρ ἠδύνασθε ἀλλ᾽ οὖτε ἔτι νῦν δύνασθε

TR1550 3 ἔτι γὰρ σαρκικοί ἐστε ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε

TR1550 4 ὅταν γὰρ λέγῃ τις ἐγὼ μέν εἰμι παύλου ἕτερος δέ ἐγὼ ἀπολλῶ οὐχὶ σαρκικοί ἐστε

TR1550 5 τίς οὖν ἐστιν παῦλος τίς δέ ἀπολλῶς ἀλλ᾽ ἢ διάκονοι δι᾽ ὧν ἐπιστεύσατε καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν

TR1550 6 ἐγὼ ἐφύτευσα ἀπολλῶς ἐπότισεν ἀλλ᾽ ὁ θεὸς ηὔξανεν

TR1550 7 ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων ἀλλ᾽ ὁ αὐξάνων θεός

TR1550 8 ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον

TR1550 9 θεοῦ γάρ ἐσμεν συνεργοί θεοῦ γεώργιον θεοῦ οἰκοδομή ἐστε

TR1550 10 κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ

TR1550 11 θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον ὅς ἐστιν ἰησοῦς ὁ χριστός

TR1550 12 εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν ἄργυρον λίθους τιμίους ξύλα χόρτον καλάμην

TR1550 13 ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται ἡ γὰρ ἡμέρα δηλώσει ὅτι ἐν πυρὶ ἀποκαλύπτεται καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ δοκιμάσει

TR1550 14 εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπωκοδόμησεν μισθὸν λήψεται

TR1550 15 εἴ τινος τὸ ἔργον κατακαήσεται ζημιωθήσεται αὐτὸς δὲ σωθήσεται οὕτως δὲ ὡς διὰ πυρός

TR1550 16 οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν

TR1550 17 εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει φθερεῖ τοῦτον ὁ θεός ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν οἵτινές ἐστε ὑμεῖς

TR1550 18 μηδεὶς ἑαυτὸν ἐξαπατάτω εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ μωρὸς γενέσθω ἵνα γένηται σοφός

TR1550 19 ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστιν γέγραπται γάρ ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν

TR1550 20 καὶ πάλιν κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶν μάταιοι

TR1550 21 ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις πάντα γὰρ ὑμῶν ἐστιν

TR1550 22 εἴτε παῦλος εἴτε ἀπολλῶς εἴτε κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα πάντα ὑμῶν ἐστιν,

TR1550 23 ὑμεῖς δὲ χριστοῦ χριστὸς δὲ θεοῦ

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées