Lueur.org - Un éclairage sur la foi

Comparer

1 Corinthiens 4

TR1550 1 οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ

TR1550 2 ὅ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ

TR1550 3 ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ᾽ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας ἀλλ᾽ οὐδὲ ἐμαυτὸν ἀνακρίνω

TR1550 4 οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα ἀλλ᾽ οὐκ ἐν τούτῳ δεδικαίωμαι ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν

TR1550 5 ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε ἕως ἂν ἔλθῃ ὁ κύριος ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ

TR1550 6 ταῦτα δέ ἀδελφοί μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ ἀπολλῶ δι᾽ ὑμᾶς ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου

TR1550 7 τίς γάρ σε διακρίνει τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες εἰ δὲ καὶ ἔλαβες τί καυχᾶσαι ὡς μὴ λαβών

TR1550 8 ἤδη κεκορεσμένοι ἐστέ ἤδη ἐπλουτήσατε χωρὶς ἡμῶν ἐβασιλεύσατε καὶ ὄφελόν γε ἐβασιλεύσατε ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν

TR1550 9 δοκῶ γάρ ὅτι ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις

TR1550 10 ἡμεῖς μωροὶ διὰ χριστόν ὑμεῖς δὲ φρόνιμοι ἐν χριστῷ ἡμεῖς ἀσθενεῖς ὑμεῖς δὲ ἰσχυροί ὑμεῖς ἔνδοξοι ἡμεῖς δὲ ἄτιμοι

TR1550 11 ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν

TR1550 12 καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν λοιδορούμενοι εὐλογοῦμεν διωκόμενοι ἀνεχόμεθα

TR1550 13 βλασφημούμενοι παρακαλοῦμεν ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν πάντων περίψημα ἕως ἄρτι

TR1550 14 οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα ἀλλ᾽ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ

TR1550 15 ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν χριστῷ ἀλλ᾽ οὐ πολλοὺς πατέρας ἐν γὰρ χριστῷ ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα

TR1550 16 παρακαλῶ οὖν ὑμᾶς μιμηταί μου γίνεσθε

TR1550 17 διὰ τοῦτο ἔπεμψα ὑμῖν τιμόθεον ὅς ἐστίν τέκνον μου ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν χριστῷ καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω

TR1550 18 ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες

TR1550 19 ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς ἐὰν ὁ κύριος θελήσῃ καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν

TR1550 20 οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ ἀλλ᾽ ἐν δυνάμει

TR1550 21 τί θέλετε ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἢ ἐν ἀγάπῃ πνεύματί τε πρᾳότητος

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées