Lueur.org - Un éclairage sur la foi

Comparer

1 Corinthiens 8

TR1550 1 περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν ἡ γνῶσις φυσιοῖ ἡ δὲ ἀγάπη οἰκοδομεῖ

TR1550 2 εἰ δέ τις δοκεῖ εἰδέναι τι οὐδέπω οὐδὲν ἔγνωκεν καθὼς δεῖ γνῶναι

TR1550 3 εἰ δέ τις ἀγαπᾷ τὸν θεόν οὗτος ἔγνωσται ὑπ᾽ αὐτοῦ

TR1550 4 περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ καὶ ὅτι οὐδεὶς θεὸς ἕτερος εἰ μὴ εἷς

TR1550 5 καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ τῆς γῆς ὥσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί

TR1550 6 ἀλλ᾽ ἡμῖν εἷς θεὸς ὁ πατήρ ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν καὶ εἷς κύριος ἰησοῦς χριστός δι᾽ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾽ αὐτοῦ

TR1550 7 ἀλλ᾽ οὐκ ἐν πᾶσιν ἡ γνῶσις τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσιν καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται

TR1550 8 βρῶμα δὲ ἡμᾶς οὐ παρίστησιν τῷ θεῷ οὔτε γὰρ ἐὰν φάγωμεν περισσεύομεν οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα

TR1550 9 βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν

TR1550 10 ἐὰν γάρ τις ἴδῃ σὲ τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν

TR1550 11 καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει δι᾽ ὃν χριστὸς ἀπέθανεν

TR1550 12 οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς χριστὸν ἁμαρτάνετε

TR1550 13 διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées