Comparer
1 Jean 5:18-21TR1550 18 οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει ἀλλ᾽ ὁ γεννηθεὶς ἐκ τοῦ θεοῦ τηρεῖ ἐαυτὸν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ
TR1550 19 οἴδαμεν ὅτι ἐκ τοῦ θεοῦ ἐσμὲν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται
TR1550 20 οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινόν καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ ἰησοῦ χριστῷ οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς, καὶ ἡ ζωὴ αἰώνιος
TR1550 21 τεκνία, φυλάξατε ἑαυτοὺς ἀπὸ τῶν εἰδώλων ἀμήν
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées