Lueur.org - Un éclairage sur la foi

Comparer

1 Pierre 3

TR1550 1 ὁμοίως αἱ γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν ἵνα καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσωνται

TR1550 2 ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν

TR1550 3 ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος

TR1550 4 ἀλλ᾽ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ πρᾳέος καὶ ἡσυχίου πνεύματος ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές

TR1550 5 οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ἐπὶ τὸν θεὸν ἐκόσμουν ἑαυτάς ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν

TR1550 6 ὡς σάῤῥα ὑπήκουσεν τῷ ἀβραάμ κύριον αὐτὸν καλοῦσα ἡς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν

TR1550 7 οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς εἰς τὸ μὴ ἐκκόπτεσθαι τὰς προσευχὰς ὑμῶν

TR1550 8 τὸ δὲ τέλος πάντες ὁμόφρονες συμπαθεῖς φιλάδελφοι εὔσπλαγχνοι φιλόφρονες

TR1550 9 μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας τοὐναντίον δὲ εὐλογοῦντες εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε

TR1550 10 ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον

TR1550 11 ἐκκλινάτω ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν

TR1550 12 ὅτι οἵ ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά

TR1550 13 καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ μιμηταὶ γένησθε

TR1550 14 ἀλλ᾽ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην μακάριοι τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε

TR1550 15 κύριον δὲ τὸν θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν ἕτοιμοι δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος μετά πραΰτητος καί φόβου

TR1550 16 συνείδησιν ἔχοντες ἀγαθήν ἵνα ἐν ᾧ καταλαλῶσιν ὑμῶν ὡς κακοποιων καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν χριστῷ ἀναστροφήν

TR1550 17 κρεῖττον γὰρ ἀγαθοποιοῦντας εἰ θέλει τὸ θέλημα τοῦ θεοῦ πάσχειν ἢ κακοποιοῦντας

TR1550 18 ὅτι καὶ χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθεν δίκαιος ὑπὲρ ἀδίκων ἵνα ἡμᾶς προσαγάγῃ τῷ θεῷ θανατωθεὶς μὲν σαρκὶ ζῳοποιηθεὶς δὲ τῷ πνεύματι

TR1550 19 ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν

TR1550 20 ἀπειθήσασίν ποτε ὅτε ἅπαξ ἐξεδέχετο ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις νῶε κατασκευαζομένης κιβωτοῦ εἰς ἣν ὀλίγαι τουτέστιν ὀκτὼ ψυχαί διεσώθησαν δι᾽ ὕδατος

TR1550 21 ὃ καὶ ἡμᾶς ἀντίτυπον νῦν σῴζει βάπτισμα οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν δι᾽ ἀναστάσεως ἰησοῦ χριστοῦ

TR1550 22 ὅς ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ πορευθεὶς εἰς οὐρανόν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées