Lueur.org - Un éclairage sur la foi

Comparer

2 Corinthiens 10

TR1550 1 αὐτὸς δὲ ἐγὼ παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πρᾳότητος καὶ ἐπιεικείας τοῦ χριστοῦ ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν ἀπὼν δὲ θαῤῥῶ εἰς ὑμᾶς

TR1550 2 δέομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας

TR1550 3 ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα

TR1550 4 τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων

TR1550 5 λογισμούς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ χριστοῦ

TR1550 6 καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή

TR1550 7 τὰ κατὰ πρόσωπον βλέπετε εἴ τις πέποιθεν ἑαυτῷ χριστοῦ εἶναι τοῦτο λογιζέσθω πάλιν ἀφ᾽ ἑαυτοῦ ὅτι καθὼς αὐτὸς χριστοῦ οὕτως καὶ ἡμεῖς χριστοῦ

TR1550 8 ἐάν τε γὰρ καὶ περισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν ἡς ἔδωκεν ὁ κύριος ἡμῖν εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν οὐκ αἰσχυνθήσομαι

TR1550 9 ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν

TR1550 10 ὅτι αἱ μέν ἐπιστολαὶ φησίν βαρεῖαι καὶ ἰσχυραί ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς καὶ ὁ λόγος ἐξουθενημένος

TR1550 11 τοῦτο λογιζέσθω ὁ τοιοῦτος ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι᾽ ἐπιστολῶν ἀπόντες τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ

TR1550 12 οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισιν τῶν ἑαυτοὺς συνιστανόντων ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς οὐ συνιοῦσιν

TR1550 13 ἡμεῖς δὲ οὐχι εἰς τὰ ἄμετρα καυχησόμεθα ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ θεὸς μέτρου ἐφικέσθαι ἄχρι καὶ ὑμῶν

TR1550 14 οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ χριστοῦ

TR1550 15 οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι ἐν ἀλλοτρίοις κόποις ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν

TR1550 16 εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι

TR1550 17 ὁ δὲ καυχώμενος ἐν κυρίῳ καυχάσθω

TR1550 18 οὐ γὰρ ὁ ἑαυτὸν συνίστων ἐκεῖνός ἐστιν δόκιμος ἀλλ᾽ ὃν ὁ κύριος συνίστησιν

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées