Lueur.org - Un éclairage sur la foi

Comparer

2 Corinthiens 11

TR1550 1 Ὄφελον ἀνείχεσθέ μου μικρόν τῇ ἀφροσύνη ἀλλὰ καὶ ἀνέχεσθέ μου

TR1550 2 ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ χριστῷ

TR1550 3 φοβοῦμαι δὲ μήπως ὡς ὁ ὄφις εὕαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ οὕτως φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν χριστόν

TR1550 4 εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε καλῶς ἠνείχεσθε

TR1550 5 λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερ λίαν ἀποστόλων

TR1550 6 εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ ἀλλ᾽ οὐ τῇ γνώσει ἀλλ᾽ ἐν παντὶ φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς

TR1550 7 ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν

TR1550 8 ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν

TR1550 9 καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐδενός τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ μακεδονίας καὶ ἐν παντὶ ἀβαρῆ ὑμῖν ἐμαυτὸν ἐτήρησα καὶ τηρήσω

TR1550 10 ἔστιν ἀλήθεια χριστοῦ ἐν ἐμοὶ ὅτι ἡ καύχησις αὕτη οὐ σφραγίσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασιν τῆς ἀχαΐας

TR1550 11 διατί ὅτι οὐκ ἀγαπῶ ὑμᾶς ὁ θεὸς οἶδεν

TR1550 12 ὅ δὲ ποιῶ καὶ ποιήσω ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς

TR1550 13 οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι ἐργάται δόλιοι μετασχηματιζόμενοι εἰς ἀποστόλους χριστοῦ

TR1550 14 καὶ οὐ θαυμαστόν αὐτὸς γὰρ ὁ σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός

TR1550 15 οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν

TR1550 16 πάλιν λέγω μή τίς με δόξῃ ἄφρονα εἶναι εἰ δὲ μήγε κἂν ὡς ἄφρονα δέξασθέ με ἵνα μικρόν τι κἀγὼ καυχήσωμαι

TR1550 17 ὃ λαλῶ οὐ λαλῶ κατὰ κύριον ἀλλ᾽ ὡς ἐν ἀφροσύνῃ ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως

TR1550 18 ἐπεὶ πολλοὶ καυχῶνται κατὰ τήν σάρκα κἀγὼ καυχήσομαι

TR1550 19 ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων φρόνιμοι ὄντες

TR1550 20 ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ εἴ τις κατεσθίει εἴ τις λαμβάνει εἴ τις ἐπαίρεται εἴ τις ὑμᾶς εἰς πρόσωπον δέρει

TR1550 21 κατὰ ἀτιμίαν λέγω ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν ἐν ᾧ δ᾽ ἄν τις τολμᾷ ἐν ἀφροσύνῃ λέγω τολμῶ κἀγώ

TR1550 22 ἑβραῖοί εἰσιν κἀγώ ἰσραηλῖταί εἰσιν κἀγώ σπέρμα ἀβραάμ εἰσιν κἀγώ

TR1550 23 διάκονοι χριστοῦ εἰσιν παραφρονῶν λαλῶ ὑπὲρ ἐγώ ἐν κόποις περισσοτέρως ἐν πληγαῖς ὑπερβαλλόντως ἐν φυλακαῖς περισσοτέρως ἐν θανάτοις πολλάκις

TR1550 24 ὑπὸ ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον

TR1550 25 τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην τρὶς ἐναυάγησα νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα

TR1550 26 ὁδοιπορίαις πολλάκις κινδύνοις ποταμῶν κινδύνοις λῃστῶν κινδύνοις ἐκ γένους κινδύνοις ἐξ ἐθνῶν κινδύνοις ἐν πόλει κινδύνοις ἐν ἐρημίᾳ κινδύνοις ἐν θαλάσσῃ κινδύνοις ἐν ψευδαδέλφοις

TR1550 27 ἐν κόπῳ καὶ μόχθῳ ἐν ἀγρυπνίαις πολλάκις ἐν λιμῷ καὶ δίψει ἐν νηστείαις πολλάκις ἐν ψύχει καὶ γυμνότητι

TR1550 28 χωρὶς τῶν παρεκτὸς ἡ ἐπισύστασις μου ἡ καθ᾽ ἡμέραν ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν

TR1550 29 τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι

TR1550 30 εἰ καυχᾶσθαι δεῖ τὰ τῆς ἀσθενείας μου καυχήσομαι

TR1550 31 ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ οἶδεν ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας ὅτι οὐ ψεύδομαι

TR1550 32 ἐν δαμασκῷ ὁ ἐθνάρχης ἁρέτα τοῦ βασιλέως ἐφρούρει τὴν δαμασκηνῶν πόλιν πιάσαι με θέλων

TR1550 33 καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées