Lueur.org - Un éclairage sur la foi

Comparer

2 Timothée 4

TR1550 1 διαμαρτύρομαι οὖν ἐγὼ ἐνώπιον τοῦ θεοῦ καὶ τοῦ κυρίου ἰησοῦ χριστοῦ τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ

TR1550 2 κήρυξον τὸν λόγον ἐπίστηθι εὐκαίρως ἀκαίρως ἔλεγξον ἐπιτίμησον παρακάλεσον ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ

TR1550 3 ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν

TR1550 4 καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται

TR1550 5 σὺ δὲ νῆφε ἐν πᾶσιν κακοπάθησον ἔργον ποίησον εὐαγγελιστοῦ τὴν διακονίαν σου πληροφόρησον

TR1550 6 ἐγὼ γὰρ ἤδη σπένδομαι καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεώς ἐφέστηκεν

TR1550 7 τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι τὸν δρόμον τετέλεκα τὴν πίστιν τετήρηκα

TR1550 8 λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος κριτής οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πάσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ

TR1550 9 σπούδασον ἐλθεῖν πρός με ταχέως

TR1550 10 δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα καὶ ἐπορεύθη εἰς θεσσαλονίκην κρήσκης εἰς γαλατίαν τίτος εἰς δαλματίαν

TR1550 11 λουκᾶς ἐστιν μόνος μετ᾽ ἐμοῦ μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν

TR1550 12 τυχικὸν δὲ ἀπέστειλα εἰς ἔφεσον

TR1550 13 τὸν φαιλόνην ὃν ἀπέλιπον ἐν τρῳάδι παρὰ κάρπῳ ἐρχόμενος φέρε καὶ τὰ βιβλία μάλιστα τὰς μεμβράνας

TR1550 14 ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο ἀποδῴη αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ

TR1550 15 ὃν καὶ σὺ φυλάσσου λίαν γὰρ ἀνθέστηκεν τοῖς ἡμετέροις λόγοις

TR1550 16 ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο ἀλλὰ πάντες με ἐγκατέλιπον μὴ αὐτοῖς λογισθείη

TR1550 17 ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με ἵνα δι᾽ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσῃ πάντα τὰ ἔθνη καὶ ἐῤῥύσθην ἐκ στόματος λέοντος

TR1550 18 καὶ ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν

TR1550 19 ἄσπασαι πρίσκαν καὶ ἀκύλαν καὶ τὸν ὀνησιφόρου οἶκον

TR1550 20 ἔραστος ἔμεινεν ἐν κορίνθῳ τρόφιμον δὲ ἀπέλιπον ἐν μιλήτῳ ἀσθενοῦντα

TR1550 21 σπούδασον πρὸ χειμῶνος ἐλθεῖν ἀσπάζεταί σε εὔβουλος καὶ πούδης καὶ λίνος καὶ κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες

TR1550 22 ὁ κύριος ἰησοῦς χριστὸς μετὰ τοῦ πνεύματός σου ἡ χάρις μεθ᾽ ὑμῶν ἀμήν πρός τιμόθεον δευτέρᾳ τῆς ἐφεσίων ἐκκλησίας πρῶτον ἐπίσκοπον χειροτονηθέντα ἐγράφη ἀπό Ῥώμης ὅτε ἐκ δευτέρου παρέστη παῦλος τῷ καίσαρί νέρωνι

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées