Lueur.org - Un éclairage sur la foi

Comparer

Actes 1

TR1550 1 τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων ὦ θεόφιλε ὧν ἤρξατο ὁ ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν

TR1550 2 ἄχρι ἡς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήφθη

TR1550 3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις δι᾽ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ

TR1550 4 καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ ἱεροσολύμων μὴ χωρίζεσθαι ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου

TR1550 5 ὅτι ἰωάννης μὲν ἐβάπτισεν ὕδατι ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας

TR1550 6 οἱ μὲν οὖν συνελθόντες ἐπἠρώτων αὐτὸν λέγοντες κύριε εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ ἰσραήλ

TR1550 7 εἶπεν δὲ πρὸς αὐτούς οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ

TR1550 8 ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ᾽ ὑμᾶς καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῇ ἰουδαίᾳ καὶ σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς

TR1550 9 καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν

TR1550 10 καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ καὶ ἰδού, ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθήτι λευκῇ,

TR1550 11 οἳ καὶ εἶπον, ἄνδρες γαλιλαῖοι τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν οὗτος ὁ ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν

TR1550 12 τότε ὑπέστρεψαν εἰς ἰερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος ὅ ἐστιν ἐγγὺς ἰερουσαλὴμ σαββάτου ἔχον ὁδόν

TR1550 13 καὶ ὅτε εἰσῆλθον ἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες ὅ τε πέτρος καὶ ἰάκωβος καὶ ἰωάννης καὶ ἀνδρέας φίλιππος καὶ θωμᾶς βαρθολομαῖος καὶ ματθαῖος, ἰάκωβος ἁλφαίου καὶ σίμων ὁ ζηλωτὴς καὶ ἰούδας ἰακώβου

TR1550 14 οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει, σὺν γυναιξὶν καὶ μαριᾴ τῇ μητρὶ τοῦ ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ

TR1550 15 καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπεν ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡσ ἑκατὸν εἴκοσιν,

TR1550 16 ἄνδρες ἀδελφοί ἔδει πληρωθῆναι τὴν γραφὴν ταύτην, ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος δαβὶδ, περὶ ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν τὸν ἰησοῦν

TR1550 17 ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης

TR1550 18 οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ τοῦ μισθοῦ τῆς ἀδικίας καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ

TR1550 19 καὶ γνωστὸν ἐγένετο πάσιν τοῖς κατοικοῦσιν ἰερουσαλήμ ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν ἁκελδαμά, τουτέστιν χωρίον αἵματος

TR1550 20 γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ καί τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος

TR1550 21 δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ἐν ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ᾽ ἡμᾶς ὁ κύριος ἰησοῦς

TR1550 22 ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος ἰωάννου ἕως τῆς ἡμέρας ἡς ἀνελήφθη ἀφ᾽ ἡμῶν μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ γενέσθαι σὺν ἡμῖν ἕνα τούτων

TR1550 23 καὶ ἔστησαν δύο ἰωσὴφ τὸν καλούμενον βαρσαβᾶν ὃς ἐπεκλήθη ἰοῦστος καὶ ματθίαν

TR1550 24 καὶ προσευξάμενοι εἶπον, σὺ κύριε καρδιογνῶστα πάντων ἀνάδειξον ἐκ τούτων τῶν δύο ἕνα ὃν ἐξελέξω

TR1550 25 λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς ἐξ ἡς παρέβη ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον

TR1550 26 καὶ ἔδωκαν κλήρους αὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées