Lueur.org - Un éclairage sur la foi

Comparer

Actes 10

TR1550 1 ἀνὴρ δέ τις ἦν ἐν καισαρείᾳ ὀνόματι κορνήλιος ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης ἰταλικῆς

TR1550 2 εὐσεβὴς καὶ φοβούμενος τὸν θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ ποιῶν τε ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ θεοῦ διαπαντός

TR1550 3 εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ ὥραν ἐννάτην τῆς ἡμέρας ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ κορνήλιε

TR1550 4 ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπεν τί ἐστιν κύριε εἶπεν δὲ αὐτῷ αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ θεοῦ

TR1550 5 καὶ νῦν πέμψον εἰς ἰόππην ἄνδρας καὶ μετάπεμψαι σίμωνά ὃς ἐπικαλεῖται πέτρος

TR1550 6 οὗτος ξενίζεται παρά τινι σίμωνι βυρσεῖ ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν οὗτος λαλήσει σοι τί σε δεῖ ποιεῖν

TR1550 7 ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ

TR1550 8 καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα ἀπέστειλεν αὐτοὺς εἰς τὴν ἰόππην

TR1550 9 τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην

TR1550 10 ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι παρασκευαζόντων δὲ ἐκείνων, ἐπέπεσεν ἐπ᾽ αὐτὸν ἔκστασις

TR1550 11 καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον ἐπ᾽ αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς δεδεμένον καὶ καθιέμενον ἐπὶ τῆς γῆς

TR1550 12 ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ

TR1550 13 καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν ἀναστάς πέτρε θῦσον καὶ φάγε

TR1550 14 ὁ δὲ πέτρος εἶπεν μηδαμῶς κύριε ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον

TR1550 15 καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου

TR1550 16 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς καὶ πάλιν ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν

TR1550 17 ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν καὶ ἰδού, οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ἀπὸ τοῦ κορνηλίου διερωτήσαντες τὴν οἰκίαν σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα

TR1550 18 καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ σίμων ὁ ἐπικαλούμενος πέτρος ἐνθάδε ξενίζεται

TR1550 19 τοῦ δὲ πέτρου ἐνθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν αὐτῷ τὸ πνεῦμα ἰδού, ἄνδρες τρεῖς ζητοῦσιν σε

TR1550 20 ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος διότι ἐγὼ ἀπέσταλκα αὐτούς

TR1550 21 καταβὰς δὲ πέτρος πρὸς τοὺς ἄνδρας τοὺς ἀπεσταλμενοῦς ἀπὸ τοῦ κορνηλίου πρὸς αὑτὸν, εἶπεν ἰδού, ἐγώ εἰμι ὃν ζητεῖτε τίς ἡ αἰτία δι᾽ ἣν πάρεστε

TR1550 22 οἱ δὲ εἶπον, κορνήλιος ἑκατοντάρχης ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεὸν μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν ἰουδαίων ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ

TR1550 23 εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν τῇ δὲ ἐπαύριον ὁ πέτρος, ἐξῆλθεν σὺν αὐτοῖς καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ τὴς ἰόππης συνῆλθον αὐτῷ

TR1550 24 καὶ τῇ ἐπαύριον εἰσῆλθον εἰς τὴν καισάρειαν ὁ δὲ κορνήλιος ἦν προσδοκῶν αὐτούς συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους

TR1550 25 ὡς δὲ ἐγένετο εἰσελθεῖν τὸν πέτρον συναντήσας αὐτῷ ὁ κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν

TR1550 26 ὁ δὲ πέτρος αὐτὸν ἤγειρεν λέγων, ἀνάστηθι κα᾽γὼ αὐτὸς ἄνθρωπός εἰμι

TR1550 27 καὶ συνομιλῶν αὐτῷ εἰσῆλθεν καὶ εὑρίσκει συνεληλυθότας πολλούς

TR1550 28 ἔφη τε πρὸς αὐτούς ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ καὶ ἐμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον

TR1550 29 διὸ καὶ ἀναντιῤῥήτως ἦλθον μεταπεμφθείς πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ με

TR1550 30 καὶ ὁ κορνήλιος ἔφη ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην νηστεύων, καὶ τὴν ἐννάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου καὶ ἰδού, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ

TR1550 31 καὶ φησίν κορνήλιε εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ θεοῦ

TR1550 32 πέμψον οὖν εἰς ἰόππην καὶ μετακάλεσαι σίμωνα ὃς ἐπικαλεῖται πέτρος οὗτος ξενίζεται ἐν οἰκίᾳ σίμωνος βυρσέως παρὰ θάλασσαν ὃς παραγενόμενος λαλήσει σοι

TR1550 33 ἐξαυτῆς οὖν ἔπεμψα πρὸς σέ σύ τε καλῶς ἐποίησας παραγενόμενος νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ θεοῦ

TR1550 34 ἀνοίξας δὲ πέτρος τὸ στόμα εἶπεν ἐπ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήπτης ὁ θεός

TR1550 35 ἀλλ᾽ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν

TR1550 36 τὸν λόγον ὃν ἀπέστειλεν τοῖς υἱοῖς ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ ἰησοῦ χριστοῦ οὗτός ἐστιν πάντων κύριος

TR1550 37 ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ᾽ ὅλης τῆς ἰουδαίας ἀρξάμενον ἀπὸ τῆς γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν ἰωάννης

TR1550 38 ἰησοῦν τὸν ἀπὸ ναζαρέτ ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου ὅτι ὁ θεὸς ἦν μετ᾽ αὐτοῦ

TR1550 39 καὶ ἡμεῖς ἐσμεν μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν ἰουδαίων καὶ ἐν ἰερουσαλήμ ὃν ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου

TR1550 40 τοῦτον ὁ θεὸς ἤγειρεν τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι

TR1550 41 οὐ παντὶ τῷ λαῷ ἀλλὰ μάρτυσιν τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ θεοῦ ἡμῖν οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν

TR1550 42 καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν

TR1550 43 τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν

TR1550 44 ἔτι λαλοῦντος τοῦ πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον

TR1550 45 καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθον τῷ πέτρῳ ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου πνεύματος ἐκκέχυται

TR1550 46 ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν θεόν τότε ἀπεκρίθη ὁ πέτρος

TR1550 47 μήτι τὸ ὕδωρ κωλῦσαί δύναται τις τοῦ μὴ βαπτισθῆναι τούτους οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον καθὼς καὶ ἡμεῖς

TR1550 48 προσέταξεν τε αὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ κυρίου τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées