Comparer
Actes 11TR1550 1 ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ
TR1550 2 καὶ ὅτε ἀνέβη πέτρος εἰς ἱεροσόλυμα διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς
TR1550 3 λέγοντες ὅτι πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθες καὶ συνέφαγες αὐτοῖς
TR1550 4 ἀρξάμενος δὲ ὁ πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων
TR1550 5 ἐγὼ ἤμην ἐν πόλει ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ καὶ ἦλθεν ἄχρις ἐμοῦ
TR1550 6 εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ
TR1550 7 ἤκουσα δὲ φωνῆς λεγούσης μοι ἀναστάς πέτρε θῦσον καὶ φάγε
TR1550 8 εἶπον δέ μηδαμῶς κύριε ὅτι πᾶν κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου
TR1550 9 ἀπεκρίθη δὲ μοι φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου
TR1550 10 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς καὶ πάλιν ἀνεσπάσθη ἅπαντα εἰς τὸν οὐρανόν
TR1550 11 καὶ ἰδού, ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἤμην ἀπεσταλμένοι ἀπὸ καισαρείας πρός με
TR1550 12 εἶπεν δὲ μοι τὸ πνεῦμά συνελθεῖν αὐτοῖς μηδὲν διακρίνόμενον ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός
TR1550 13 ἀπήγγειλεν τε ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα αὐτῷ, ἀπόστειλον εἰς ἰόππην ἄνδρας, καὶ μετάπεμψαι σίμωνα τὸν ἐπικαλούμενον πέτρον
TR1550 14 ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου
TR1550 15 ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾽ αὐτοὺς ὥσπερ καὶ ἐφ᾽ ἡμᾶς ἐν ἀρχῇ
TR1550 16 ἐμνήσθην δὲ τοῦ ῥήματος κυρίου ὡς ἔλεγεν ἰωάννης μὲν ἐβάπτισεν ὕδατι ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ
TR1550 17 εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον ἰησοῦν χριστόν ἐγὼ δὲ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν
TR1550 18 ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ἄραγε καὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν ἔδωκεν εἰς ζωὴν
TR1550 19 οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ στεφάνῳ διῆλθον ἕως φοινίκης καὶ κύπρου καὶ ἀντιοχείας μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον ἰουδαίοις
TR1550 20 ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες κύπριοι καὶ κυρηναῖοι οἵτινες εἰσελθόντες εἰς ἀντιόχειαν ἐλάλουν πρὸς τοὺς ἑλληνιστάς εὐαγγελιζόμενοι τὸν κύριον ἰησοῦν
TR1550 21 καὶ ἦν χεὶρ κυρίου μετ᾽ αὐτῶν πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον
TR1550 22 ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν ἱεροσολύμοις περὶ αὐτῶν καὶ ἐξαπέστειλαν βαρναβᾶν διελθεῖν ἕως ἀντιοχείας
TR1550 23 ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ θεοῦ ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ κυρίῳ
TR1550 24 ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ
TR1550 25 ἐξῆλθεν δὲ εἰς ταρσὸν ὁ βαρνάβας ἀναζητῆσαι σαῦλον
TR1550 26 καὶ εὑρὼν αὐτὸν ἤγαγεν αὐτόν εἰς ἀντιόχειαν ἐγένετο δὲ αὐτούς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν χρηματίσαι τε πρώτον ἐν ἀντιοχείᾳ τοὺς μαθητὰς χριστιανούς
TR1550 27 ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ ἱεροσολύμων προφῆται εἰς ἀντιόχειαν
TR1550 28 ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι ἅγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ᾽ ὅλην τὴν οἰκουμένην ὅστις καὶ ἐγένετο ἐπὶ κλαυδίου καίσαρος
TR1550 29 τῶν δὲ μαθητῶν καθὼς ηὐπορεῖτό τις ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ ἰουδαίᾳ ἀδελφοῖς
TR1550 30 ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς βαρναβᾶ καὶ σαύλου
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées