Comparer
Actes 12TR1550 1 κατ᾽ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας
TR1550 2 ἀνεῖλεν δὲ ἰάκωβον τὸν ἀδελφὸν ἰωάννου μαχαίρᾳ
TR1550 3 καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστιν τοῖς ἰουδαίοις προσέθετο συλλαβεῖν καὶ πέτρον ἦσαν δὲ ἡμέραι τῶν ἀζύμων
TR1550 4 ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ
TR1550 5 ὁ μὲν οὖν πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ προσευχὴ δὲ ἦν ἐκτενής γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν θεὸν ὑπὲρ αὐτοῦ
TR1550 6 ὅτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ ἡρῴδης τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσιν δυσίν φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν
TR1550 7 καὶ ἰδού, ἄγγελος κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι πατάξας δὲ τὴν πλευρὰν τοῦ πέτρου ἤγειρεν αὐτὸν λέγων, ἀνάστα ἐν τάχει καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν
TR1550 8 εἶπεν τε ὁ ἄγγελος πρὸς αὐτόν περίζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου ἐποίησεν δὲ οὕτως καὶ λέγει αὐτῷ περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι
TR1550 9 καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου ἐδόκει δὲ ὅραμα βλέπειν
TR1550 10 διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾽ αὐτοῦ
TR1550 11 καὶ ὁ πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπεν νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλετο με ἐκ χειρὸς ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν ἰουδαίων
TR1550 12 συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν μαρίας τῆς μητρὸς ἰωάννου τοῦ ἐπικαλουμένου μάρκου οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι
TR1550 13 κρούσαντος δὲ τοῦ πέτρου τὴν θύραν τοῦ πυλῶνος προσῆλθεν παιδίσκη ὑπακοῦσαι ὀνόματι ῥόδη
TR1550 14 καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ πέτρου ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν πέτρον πρὸ τοῦ πυλῶνος
TR1550 15 οἱ δὲ πρὸς αὐτὴν εἶπον, μαίνῃ ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν οἱ δ᾽ ἔλεγον ὁ ἄγγελός αὐτοῦ ἐστιν
TR1550 16 ὁ δὲ πέτρος ἐπέμενεν κρούων ἀνοίξαντες δὲ εἶδον αὐτὸν καὶ ἐξέστησαν
TR1550 17 κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο αὐτοῖς πῶς ὁ κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς εἶπέν δὲ ἀπαγγείλατε ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον
TR1550 18 γενομένης δὲ ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις τί ἄρα ὁ πέτρος ἐγένετο
TR1550 19 ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρὼν ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι καὶ κατελθὼν ἀπὸ τῆς ἰουδαίας εἰς τὴν καισάρειαν διέτριβεν
TR1550 20 ἦν δὲ ὁ ἡρώδης θυμομαχῶν τυρίοις καὶ σιδωνίοις ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτόν καὶ πείσαντες βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως ᾐτοῦντο εἰρήνην διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς
TR1550 21 τακτῇ δὲ ἡμέρᾳ ὁ ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν καὶ καθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς
TR1550 22 ὁ δὲ δῆμος ἐπεφώνει θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου
TR1550 23 παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος κυρίου ἀνθ ὧν οὐκ ἔδωκεν τὴν δόξαν τῷ θεῷ καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν
TR1550 24 ὁ δὲ λόγος τοῦ θεοῦ ηὔξανεν καὶ ἐπληθύνετο
TR1550 25 βαρναβᾶς δὲ καὶ σαῦλος ὑπέστρεψαν ἐξ ἰερουσαλὴμ πληρώσαντες τὴν διακονίαν συμπαραλαβόντες καὶ ἰωάννην τὸν ἐπικληθέντα μᾶρκον
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées