Comparer
Actes 13TR1550 1 ἦσαν δὲ τινες ἐν ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε βαρναβᾶς καὶ συμεὼν ὁ καλούμενος νίγερ καὶ λούκιος ὁ κυρηναῖος μαναήν τε ἡρῴδου τοῦ τετράρχου σύντροφος καὶ σαῦλος
TR1550 2 λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον ἀφορίσατε δή μοι τὸν τε βαρναβᾶν καὶ τὸν σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς
TR1550 3 τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν
TR1550 4 οὗτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου κατῆλθον εἰς τὴν σελεύκειαν ἐκεῖθέν τε ἀπέπλευσαν εἰς τὴν κύπρον
TR1550 5 καὶ γενόμενοι ἐν σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν ἰουδαίων εἶχον δὲ καὶ ἰωάννην ὑπηρέτην
TR1550 6 διελθόντες δὲ τὴν νῆσον ἄχρι πάφου εὗρον τινὰ μάγον ψευδοπροφήτην ἰουδαῖον ᾧ ὄνομα βαριησοῦς,
TR1550 7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ σεργίῳ παύλῳ ἀνδρὶ συνετῷ οὗτος προσκαλεσάμενος βαρναβᾶν καὶ σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ
TR1550 8 ἀνθίστατο δὲ αὐτοῖς ἐλύμας ὁ μάγος οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως
TR1550 9 σαῦλος δέ ὁ καὶ παῦλος πλησθεὶς πνεύματος ἁγίου καὶ ἀτενίσας εἰς αὐτὸν
TR1550 10 εἶπεν ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας υἱὲ διαβόλου ἐχθρὲ πάσης δικαιοσύνης οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς κυρίου τὰς εὐθείας
TR1550 11 καὶ νῦν ἰδού, χεὶρ τοῦ κυρίου ἐπὶ σέ καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ παραχρῆμά δὲ ἐπέπεσεν ἐπ᾽ αὐτὸν ἀχλὺς καὶ σκότος καὶ περιάγων ἐζήτει χειραγωγούς
TR1550 12 τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου
TR1550 13 ἀναχθέντες δὲ ἀπὸ τῆς πάφου οἱ περὶ τὸν παῦλον ἦλθον εἰς πέργην τῆς παμφυλίας ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾽ αὐτῶν ὑπέστρεψεν εἰς ἱεροσόλυμα
TR1550 14 αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς πέργης παρεγένοντο εἰς ἀντιόχειαν τῆς πισιδίας καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν
TR1550 15 μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες ἄνδρες ἀδελφοί εἴ ἐστιν λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν λέγετε
TR1550 16 ἀναστὰς δὲ παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν ἄνδρες ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν θεόν ἀκούσατε
TR1550 17 ὁ θεὸς τοῦ λαοῦ τούτου ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς
TR1550 18 καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ
TR1550 19 καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ χανάαν κατεκληροδότησεν αὐτοίς τὴν γῆν αὐτῶν
TR1550 20 καὶ μετὰ ταῦτα ὡς ἔτεσιν τετρακοσίοις καὶ πεντήκοντα ἔδωκεν κριτὰς ἕως σαμουὴλ τοῦ προφήτου
TR1550 21 κἀκεῖθεν ᾐτήσαντο βασιλέα καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν σαοὺλ υἱὸν κίς ἄνδρα ἐκ φυλῆς βενιαμίν ἔτη τεσσαράκοντα
TR1550 22 καὶ μεταστήσας αὐτὸν ἤγειρεν αὐτοῖς τὸν δαβὶδ εἰς βασιλέα ᾧ καὶ εἶπεν μαρτυρήσας εὗρον δαβὶδ τὸν τοῦ ἰεσσαί ἄνδρα κατὰ τὴν καρδίαν μου ὃς ποιήσει πάντα τὰ θελήματά μου
TR1550 23 τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾽ ἐπαγγελίαν ἤγειρεν τῷ ἰσραὴλ σωτῆρα ἰησοῦν
TR1550 24 προκηρύξαντος ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ ἰσραήλ
TR1550 25 ὡς δὲ ἐπλήρου ὁ ἰωάννης τὸν δρόμον ἔλεγεν τίνα με ὑπονοεῖτε εἶναι οὐκ εἰμὶ ἐγώ ἀλλ᾽ ἰδού, ἔρχεται μετ᾽ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι
TR1550 26 ἄνδρες ἀδελφοί υἱοὶ γένους ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη
TR1550 27 οἱ γὰρ κατοικοῦντες ἐν ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν
TR1550 28 καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο πιλᾶτον ἀναιρεθῆναι αὐτόν
TR1550 29 ὡς δὲ ἐτέλεσαν ἅπαντα τὰ περὶ αὐτοῦ γεγραμμένα καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον
TR1550 30 ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν
TR1550 31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς γαλιλαίας εἰς ἰερουσαλήμ οἵτινες εἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν
TR1550 32 καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην
TR1550 33 ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις αὐτῶν ἡμῖν ἀναστήσας ἰησοῦν ὡς καὶ ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπται υἱός μου εἶ σύ ἐγὼ σήμερον γεγέννηκά σε
TR1550 34 ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν οὕτως εἴρηκεν ὅτι δώσω ὑμῖν τὰ ὅσια δαβὶδ τὰ πιστά
TR1550 35 διό καὶ ἐν ἑτέρῳ λέγει οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν
TR1550 36 δαβὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν
TR1550 37 ὃν δὲ ὁ θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν
TR1550 38 γνωστὸν οὖν ἔστω ὑμῖν ἄνδρες ἀδελφοί ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται
TR1550 39 καί ἀπό πάντων ὤν οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ μωσέως δικαιωθῆναι ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται
TR1550 40 βλέπετε οὖν μὴ ἐπέλθῃ ἐφ᾽ ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις
TR1550 41 ἴδετε οἱ καταφρονηταί καὶ θαυμάσατε καὶ ἀφανίσθητε ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν ἔργον ὣ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν
TR1550 42 ἐξιόντων δὲ ἐκ τὴς συναγωγῆς τῶν ἰουδαίων, παρεκάλουν τὰ ἔθνη εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα
TR1550 43 λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ παύλῳ καὶ τῷ βαρναβᾷ οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειθον αὐτοὺς ἐπιμένειν τῇ χάριτι τοῦ θεοῦ
TR1550 44 τῷ δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ
TR1550 45 ἰδόντες δὲ οἱ ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ παύλου λεγομένοις ἀντιλέγοντες καὶ βλασφημοῦντες
TR1550 46 παῤῥησιασάμενοί δὲ ὁ παῦλος καὶ ὁ βαρναβᾶς εἶπον, ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς ἰδού, στρεφόμεθα εἰς τὰ ἔθνη
TR1550 47 οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς
TR1550 48 ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ κυρίου καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον
TR1550 49 διεφέρετο δὲ ὁ λόγος τοῦ κυρίου δι᾽ ὅλης τῆς χώρας
TR1550 50 οἱ δὲ ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας καὶ τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν παῦλον καὶ τὸν βαρναβᾶν καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν
TR1550 51 οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν αὐτῶν ἐπ᾽ αὐτοὺς ἦλθον εἰς ἰκόνιον
TR1550 52 οἵ δὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées