Comparer
Actes 16TR1550 1 κατήντησεν δὲ εἰς δέρβην καὶ λύστραν καὶ ἰδού, μαθητής τις ἦν ἐκεῖ ὀνόματι τιμόθεος υἱὸς γυναικὸς τινος ἰουδαίας πιστῆς πατρὸς δὲ ἕλληνος
TR1550 2 ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν λύστροις καὶ ἰκονίῳ ἀδελφῶν
TR1550 3 τοῦτον ἠθέλησεν ὁ παῦλος σὺν αὐτῷ ἐξελθεῖν καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις ᾔδεισαν γὰρ ἅπαντες τὸν πατὲρα αὐτοῦ ὅτι ἕλλην ὑπῆρχεν
TR1550 4 ὡς δὲ διεπορεύοντο τὰς πόλεις παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων τῶν ἐν ἰερουσαλήμ
TR1550 5 αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ᾽ ἡμέραν
TR1550 6 διελθόντες δὲ τὴν φρυγίαν καὶ τὴν γαλατικὴν χώραν κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ ἀσίᾳ
TR1550 7 ἐλθόντες κατὰ τὴν μυσίαν ἐπείραζον κατὰ τὴν βιθυνίαν πορεύεσθαι καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα
TR1550 8 παρελθόντες δὲ τὴν μυσίαν κατέβησαν εἰς τρῳάδα
TR1550 9 καὶ ὅραμα διὰ τῆς νυκτὸς ὤφθη τῷ παύλῳ ἀνὴρ τις ἦν μακεδών ἑστὼς παρακαλῶν αὐτὸν καὶ λέγων, διαβὰς εἰς μακεδονίαν βοήθησον ἡμῖν
TR1550 10 ὡς δὲ τὸ ὅραμα εἶδεν εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς τὴν μακεδονίαν συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ κύριος εὐαγγελίσασθαι αὐτούς
TR1550 11 ἀναχθέντες οὖν ἀπὸ τὴς τρῳάδος εὐθυδρομήσαμεν εἰς σαμοθρᾴκην τῇ τε ἐπιούσῃ εἰς νεάπολιν
TR1550 12 ἐκειθέν τε εἰς φιλίππους ἥτις ἐστὶν πρώτη τῆς μερίδος τὴς μακεδονίας πόλις κολωνία ἦμεν δὲ ἐν ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς
TR1550 13 τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πόλεως παρὰ ποταμὸν οὗ ἐνομίζετο προσευχή εἶναι καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν
TR1550 14 καί τις γυνὴ ὀνόματι λυδία πορφυρόπωλις πόλεως θυατείρων σεβομένη τὸν θεόν ἤκουεν ἡς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ παύλου
TR1550 15 ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς παρεκάλεσεν λέγουσα εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι εἰσελθόντες εἰς τὸν οἶκόν μου μείνατε καὶ παρεβιάσατο ἡμᾶς
TR1550 16 ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη
TR1550 17 αὕτη κατακολουθήσασα τῷ παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν οἵτινες καταγγέλλουσιν ἡμῖν, ὁδὸν σωτηρίας
TR1550 18 τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας διαπονηθεὶς δὲ ὁ παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν παραγγέλλω σοι ἐν τῷ ὀνόματι ἰησοῦ χριστοῦ ἐξελθεῖν ἀπ᾽ αὐτῆς καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ
TR1550 19 ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν ἐπιλαβόμενοι τὸν παῦλον καὶ τὸν σιλᾶν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας
TR1550 20 καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον, οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν ἰουδαῖοι ὑπάρχοντες
TR1550 21 καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν ῥωμαίοις οὖσιν
TR1550 22 καὶ συνεπέστη ὁ ὄχλος κατ᾽ αὐτῶν καὶ οἱ στρατηγοὶ περιῤῥήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν
TR1550 23 πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς
TR1550 24 ὃς παραγγελίαν τοιαύτην εἰληφως ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον
TR1550 25 κατὰ δὲ τὸ μεσονύκτιον παῦλος καὶ σιλᾶς προσευχόμενοι ὕμνουν τὸν θεόν ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι
TR1550 26 ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου ἀνεῴχθησαν τε παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη
TR1550 27 ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναιρεῖν νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους
TR1550 28 ἐφώνησεν δὲ φωνῇ μεγάλῃ ὁ παῦλος λέγων, μηδὲν πράξῃς σεαυτῷ κακόν ἅπαντες γάρ ἐσμεν ἐνθάδε
TR1550 29 αἰτήσας δὲ φῶτα εἰσεπήδησεν καὶ ἔντρομος γενόμενος προσέπεσεν τῷ παύλῳ καὶ τῷ σιλᾷ
TR1550 30 καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη κύριοι τί με δεῖ ποιεῖν ἵνα σωθῶ
TR1550 31 οἱ δὲ εἶπον, πίστευσον ἐπὶ τὸν κύριον ἰησοῦν χριστὸν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου
TR1550 32 καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ κυρίου καὶ πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ
TR1550 33 καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα
TR1550 34 ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὑτοῦ, παρέθηκεν τράπεζαν καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ θεῷ
TR1550 35 ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους
TR1550 36 ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους τούτους πρὸς τὸν παῦλον ὅτι ἀπεστάλκασιν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ
TR1550 37 ὁ δὲ παῦλος ἔφη πρὸς αὐτούς δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους ἀνθρώπους ῥωμαίους ὑπάρχοντας ἔβαλον εἰς φυλακήν καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν οὐ γάρ ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν
TR1550 38 ἀνήγγειλάν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα καὶ ἐφοβήθησαν ἀκούσαντες ὅτι ῥωμαῖοί εἰσιν
TR1550 39 καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς καὶ ἐξαγαγόντες ἠρώτων ἐξελθεῖν τῆς πόλεως
TR1550 40 ἐξελθόντες δὲ ἐκ τῆς φυλακῆς εἰσῆλθον εἰς τὴν λυδίαν καὶ ἰδόντες τοὺς ἀδελφοὺς παρεκάλεσαν αὐτοῦς, καὶ ἐξῆλθον
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées