Lueur.org - Un éclairage sur la foi

Comparer

Actes 17

TR1550 1 διοδεύσαντες δὲ τὴν ἀμφίπολιν καὶ ἀπολλωνίαν ἦλθον εἰς θεσσαλονίκην ὅπου ἦν ἥ συναγωγὴ τῶν ἰουδαίων

TR1550 2 κατὰ δὲ τὸ εἰωθὸς τῷ παύλῳ εἰσῆλθεν πρὸς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία διελέγετο αὐτοῖς ἀπὸ τῶν γραφῶν

TR1550 3 διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν καὶ ὅτι οὗτός ἐστιν ὁ χριστός ἰησοῦς ὃν ἐγὼ καταγγέλλω ὑμῖν

TR1550 4 καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ παύλῳ καὶ τῷ σιλᾷ τῶν τε σεβομένων ἑλλήνων πολὺ πλῆθος γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι

TR1550 5 ζηλώσαντες δὲ οἱ ἀπειθοῦντες ἰουδαῖοι καὶ προσλαβόμενοι τῶν ἀγοραίων τινὰς ἄνδρας πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν ἐπιστάντες τε τῇ οἰκίᾳ ἰάσονος ἐζήτουν αὐτοὺς ἀγαγεῖν εἰς τὸν δῆμον

TR1550 6 μὴ εὑρόντες δὲ αὐτοὺς ἔσυρον τὸν ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας βοῶντες ὅτι οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὗτοι καὶ ἐνθάδε πάρεισιν

TR1550 7 οὓς ὑποδέδεκται ἰάσων καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων καίσαρος πράττουσιν βασιλέα λέγοντες ἕτερον εἶναι ἰησοῦν

TR1550 8 ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα

TR1550 9 καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ ἰάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς

TR1550 10 οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ τῆς νυκτὸς ἐξέπεμψαν τόν τε παῦλον καὶ τὸν σιλᾶν εἰς βέροιαν οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν τῶν ἰουδαίων ἀπῄεσαν

TR1550 11 οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν θεσσαλονίκῃ οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας τὸ καθ᾽ ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχοι ταῦτα οὕτως

TR1550 12 πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν καὶ τῶν ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι

TR1550 13 ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς θεσσαλονίκης ἰουδαῖοι ὅτι καὶ ἐν τῇ βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ παύλου ὁ λόγος τοῦ θεοῦ ἦλθον κἀκεῖ σαλεύοντες τοὺς ὄχλους

TR1550 14 εὐθέως δὲ τότε τὸν παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ὡς ἐπὶ τὴν θάλασσαν ὑπέμενον δὲ ὅ τε σιλᾶς καὶ ὁ τιμόθεος ἐκεῖ

TR1550 15 οἱ δὲ καθιστῶντες τὸν παῦλον ἤγαγον αὐτὸν ἕως ἀθηνῶν καὶ λαβόντες ἐντολὴν πρὸς τὸν σιλᾶν καὶ τιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτὸν ἐξῄεσαν

TR1550 16 ἐν δὲ ταῖς ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ παύλου παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν

TR1550 17 διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς ἰουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας

TR1550 18 τινὲς δὲ τῶν ἐπικουρείων καὶ τῶν στωϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ καὶ τινες ἔλεγον τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν οἱ δέ ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι ὅτι τὸν ἰησοῦν καί τὴν ἀνάστασιν αὐτοῖς εὐηγγελίζετο

TR1550 19 ἐπιλαβόμενοί τε αὐτοῦ ἐπὶ τὸν ἄρειον πάγον ἤγαγον λέγοντες δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή

TR1550 20 ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν βουλόμεθα οὖν γνῶναι τί ἂν θέλοι ταῦτα εἶναι

TR1550 21 ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον εὐκαίρουν, ἢ λέγειν τι καὶ ἀκούειν καινότερον

TR1550 22 σταθεὶς δὲ ὁ παῦλος ἐν μέσῳ τοῦ ἀρείου πάγου ἔφη ἄνδρες ἀθηναῖοι κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ

TR1550 23 διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο ἀγνώστῳ θεῷ ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν

TR1550 24 ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ οὗτος οὐρανοῦ καὶ γῆς κύριος ὑπάρχων οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ

TR1550 25 οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται προσδεόμενός τινος αὐτὸς διδοὺς πάσιν ζωὴν καὶ πνοὴν κατὰ πάντα

TR1550 26 ἐποίησέν τε ἐξ ἑνὸς αἵματός πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ προσώπον τῆς γῆς ὁρίσας προτεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν

TR1550 27 ζητεῖν τὸν κύριον, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν καίτοιγε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα

TR1550 28 ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν ὡς καί τινες τῶν καθ᾽ ὑμᾶς ποιητῶν εἰρήκασιν τοῦ γὰρ καὶ γένος ἐσμέν

TR1550 29 γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου τὸ θεῖον εἶναι ὅμοιον

TR1550 30 τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πάσιν πανταχοῦ μετανοεῖν

TR1550 31 διότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισεν πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν

TR1550 32 ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον οἱ δὲ εἶπον, ἀκουσόμεθά σου πάλιν περὶ τούτου

TR1550 33 καὶ οὕτως ὁ παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν

TR1550 34 τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν ἐν οἷς καὶ διονύσιος ὁ ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées