Comparer
Actes 18TR1550 1 μετὰ δὲ ταῦτα χωρισθεὶς ὁ παῦλος ἐκ τῶν ἀθηνῶν ἦλθεν εἰς κόρινθον
TR1550 2 καὶ εὑρών τινα ἰουδαῖον ὀνόματι ἀκύλαν ποντικὸν τῷ γένει προσφάτως ἐληλυθότα ἀπὸ τῆς ἰταλίας καὶ πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ διατεταχέναι κλαύδιον χωρίζεσθαι πάντας τοὺς ἰουδαίους ἐκ τῆς ῥώμης προσῆλθεν αὐτοῖς
TR1550 3 καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρ᾽ αὐτοῖς καὶ εἰργάζετο ἦσαν γὰρ σκηνοποιοὶ τήν τέχνην
TR1550 4 διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον ἔπειθέν τε ἰουδαίους καὶ ἕλληνας
TR1550 5 ὡς δὲ κατῆλθον ἀπὸ τῆς μακεδονίας ὅ τε σιλᾶς καὶ ὁ τιμόθεος συνείχετο τῷ πνεύματι ὁ παῦλος διαμαρτυρόμενος τοῖς ἰουδαίοις τὸν χριστόν ἰησοῦν
TR1550 6 ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν καθαρὸς ἐγώ ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι
TR1550 7 καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι ἰούστου σεβομένου τὸν θεόν οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ
TR1550 8 κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ καὶ πολλοὶ τῶν κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο
TR1550 9 εἶπεν δὲ ὁ κύριος δι᾽ ὁράματος ἐν νυκτὶ τῷ παύλῳ μὴ φοβοῦ ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς
TR1550 10 διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε διότι λαός ἐστίν μοι πολὺς ἐν τῇ πόλει ταύτῃ
TR1550 11 ἐκάθισεν τε ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ
TR1550 12 γαλλίωνος δὲ ἀνθυπατεύοντος τῆς ἀχαΐας κατεπέστησαν ὁμοθυμαδὸν οἱ ἰουδαῖοι τῷ παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα
TR1550 13 λέγοντες ὅτι παρὰ τὸν νόμον οὗτος ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν
TR1550 14 μέλλοντος δὲ τοῦ παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ γαλλίων πρὸς τοὺς ἰουδαίους εἰ μὲν οὖν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν ὦ ἰουδαῖοι κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν
TR1550 15 εἰ δὲ ζήτημά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾽ ὑμᾶς ὄψεσθε αὐτοί κριτὴς γὰρ ἐγὼ τούτων οὐ βούλομαι εἶναι
TR1550 16 καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος
TR1550 17 ἐπιλαβόμενοι δὲ πάντες οἱ ἕλληνες σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος καὶ οὐδὲν τούτων τῷ γαλλίωνι ἔμελεν
TR1550 18 ὁ δὲ παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν συρίαν καὶ σὺν αὐτῷ πρίσκιλλα καὶ ἀκύλας κειράμενος τὴν κεφαλήν ἐν κεγχρεαῖς εἶχεν γὰρ εὐχήν
TR1550 19 κατήντησεν δὲ εἰς ἔφεσον κἀκείνους κατέλιπεν αὐτοῦ αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέχθη τοῖς ἰουδαίοις
TR1550 20 ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι παρ᾽ αὐτοῖς, οὐκ ἐπένευσεν
TR1550 21 ἀλλ᾽ ἀπετάξατο αὐτοῖς, εἰπών δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομενην ποιῆσαι εἰς ἰεροσόλυμα, πάλιν δὲ ἀνακάμψω πρὸς ὑμᾶς τοῦ θεοῦ θέλοντος καὶ ἀνήχθη ἀπὸ τῆς ἐφέσου
TR1550 22 καὶ κατελθὼν εἰς καισάρειαν ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν κατέβη εἰς ἀντιόχειαν
TR1550 23 καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν διερχόμενος καθεξῆς τὴν γαλατικὴν χώραν καὶ φρυγίαν ἐπιστηρίζων πάντας τοὺς μαθητάς
TR1550 24 ἰουδαῖος δέ τις ἀπολλῶς ὀνόματι ἀλεξανδρεὺς τῷ γένει ἀνὴρ λόγιος κατήντησεν εἰς ἔφεσον δυνατὸς ὢν ἐν ταῖς γραφαῖς
TR1550 25 οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ κυρίου, ἐπιστάμενος μόνον τὸ βάπτισμα ἰωάννου
TR1550 26 οὗτός τε ἤρξατο παῤῥησιάζεσθαι ἐν τῇ συναγωγῇ ἀκούσαντες δὲ αὐτοῦ ἀκύλας καὶ πρίσκιλλα προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν τοῦ θεοῦ ὁδὸν
TR1550 27 βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος
TR1550 28 εὐτόνως γὰρ τοῖς ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν χριστὸν ἰησοῦν
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées