Lueur.org - Un éclairage sur la foi

Comparer

Actes 19

TR1550 1 ἐγένετο δὲ, ἐν τῷ τὸν ἀπολλῶ εἶναι ἐν κορίνθῳ, παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς ἔφεσον καὶ εὑρών τινας μαθητάς

TR1550 2 εἶπέ πρὸς αὐτούς, εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εῖπον πρὸς αὐτόν, ἀλλ οὐδὲ εἰ πνεῦμα ἅγιον ἔστιν, ἠκούσαμεν.

TR1550 3 εἶπέ τε πρὸς αὐτοὺς, εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπον, εἰς τὸ ἰωάννου βάπτισμα.

TR1550 4 εἶπε δὲ παῦλος, ἰωάννης μὲν ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾽ αὐτὸν ἵνα πιστεύσωσι τουτ’ ἔστιν, εἰς τὸν χριστὸν ἰησοῦν.

TR1550 5 ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου ἰησοῦ.

TR1550 6 καὶ ἐπιθέντος αὐτοῖς τοῦ παύλου τὰς χεῖρας, ἦλθε τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾽ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον.

TR1550 7 ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο.

TR1550 8 εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαῤῥησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ

TR1550 9 ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους ἀποστὰς ἀπ᾽ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς καθ᾽ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ τυράννου τινός

TR1550 10 τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο ὥστε πάντας τοὺς κατοικοῦντας τὴν ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου ἰησοῦ, ἰουδαίους τε καὶ ἕλληνας

TR1550 11 δυνάμεις τε οὐ τὰς τυχούσας ἐποίει ὁ θεὸς διὰ τῶν χειρῶν παύλου

TR1550 12 ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἐπιφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπ᾽ αὐτῶν τὰς νόσους τά τε πνεύματα τὰ πονηρὰ ἐξέρχεσθαι ἀπ᾽ αὐτῶν

TR1550 13 ἐπεχείρησαν δέ τινες ἀπὸ τῶν περιερχομένων ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου ἰησοῦ λέγοντες ὁρκίζομεν ὑμᾶς τὸν ἰησοῦν ὃν ὁ παῦλος κηρύσσει

TR1550 14 ἦσαν δέ τινές υἱοὶ σκευᾶ ἰουδαίου ἀρχιερέως ἑπτὰ οἱ τοῦτο ποιοῦντες

TR1550 15 ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν τὸν ἰησοῦν γινώσκω καὶ τὸν παῦλον ἐπίσταμαι ὑμεῖς δὲ τίνες ἐστέ

TR1550 16 καὶ ἐφαλλόμενος ἐπ᾽ αὐτοὺς ὁ ἄνθρωπος ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν καὶ κατακυριεύσας αὐτῶν ἴσχυσεν κατ᾽ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου

TR1550 17 τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν ἰουδαίοις τε καὶ ἕλλησιν τοῖς κατοικοῦσιν τὴν ἔφεσον καὶ ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου ἰησοῦ

TR1550 18 πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν

TR1550 19 ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε

TR1550 20 οὕτως κατὰ κράτος ὁ λόγος τοῦ κυρίου ηὔξανεν καὶ ἴσχυεν

TR1550 21 ὡς δὲ ἐπληρώθη ταῦτα ἔθετο ὁ παῦλος ἐν τῷ πνεύματι διελθὼν τὴν μακεδονίαν καὶ ἀχαΐαν πορεύεσθαι εἰς ἱερουσάλημ, εἰπὼν ὅτι μετὰ τὸ γενέσθαι με ἐκεῖ δεῖ με καὶ ῥώμην ἰδεῖν

TR1550 22 ἀποστείλας δὲ εἰς τὴν μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ τιμόθεον καὶ ἔραστον αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν ἀσίαν

TR1550 23 ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ

TR1550 24 δημήτριος γάρ τις ὀνόματι ἀργυροκόπος ποιῶν ναοὺς ἀργυροῦς ἀρτέμιδος παρείχετο τοῖς τεχνίταις ἐργασίαν οὐκ ὀλίγην

TR1550 25 οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν ἄνδρες ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῶν ἐστιν

TR1550 26 καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς ἀσίας ὁ παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι

TR1550 27 οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς ἀρτέμιδος ἱερὸν εἰς οὐδὲν λογισθῆναι μέλλειν δὲ καὶ καθαιρεῖσθαι τήν μεγαλειότητα αὐτῆς ἣν ὅλη ἡ ἀσία καὶ ἡ οἰκουμένη σέβεται

TR1550 28 ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες μεγάλη ἡ ἄρτεμις ἐφεσίων

TR1550 29 καὶ ἐπλήσθη ἡ πόλις ὅλη συγχύσεως ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον συναρπάσαντες γάϊον καὶ ἀρίσταρχον μακεδόνας συνεκδήμους τοῦ παύλου

TR1550 30 τοῦ δὲ παύλου βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαθηταί

TR1550 31 τινὲς δὲ καὶ τῶν ἀσιαρχῶν ὄντες αὐτῷ φίλοι πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον

TR1550 32 ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκεν συνεληλύθεισαν

TR1550 33 ἐκ δὲ τοῦ ὄχλου προεβίβασαν ἀλέξανδρον προβαλόντων αὐτὸν τῶν ἰουδαίων ὁ δὲ ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ

TR1550 34 ἐπιγνόντων δὲ ὅτι ἰουδαῖός ἐστιν φωνὴ ἐγένετο μία ἐκ πάντων ὡς ἐπὶ ὥρας δύο κραζόντων μεγάλη ἡ ἄρτεμις ἐφεσίων

TR1550 35 καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν ἄνδρες ἐφέσιοι τίς γάρ ἐστιν ἄνθρωπος ὃς οὐ γινώσκει τὴν ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης θεᾶς ἀρτέμιδος καὶ τοῦ διοπετοῦς

TR1550 36 ἀναντιῤῥήτων οὖν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράττειν

TR1550 37 ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὰν ὑμῶν

TR1550 38 εἰ μὲν οὖν δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται πρός τινα λόγον ἔχουσιν ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν ἐγκαλείτωσαν ἀλλήλοις

TR1550 39 εἰ δέ τι πὲρι ἑτέρων ἐπιζητεῖτε ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται

TR1550 40 καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ δυνησόμεθα ἀποδοῦναι λόγον τῆς συστροφῆς ταύτης

TR1550 41 καί ταῦτά εἰπών ἀπέλυσεν τήν ἐκκλησίαν

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées