Lueur.org - Un éclairage sur la foi

Comparer

Actes 26

TR1550 1 ἀγρίππας δὲ πρὸς τὸν παῦλον ἔφη ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν τότε ὁ παῦλος ἀπελογεῖτο ἐκτείνας τὴν χεῖρα

TR1550 2 περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ ἰουδαίων βασιλεῦ ἀγρίππα ἥγημαι ἐμαυτὸν μακάριον μέλλων ἀπολογεῖσθαι ἐπὶ σοῦ σήμερον

TR1550 3 μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων διὸ δέομαι σου, μακροθύμως ἀκοῦσαί μου

TR1550 4 τὴν μὲν οὖν βίωσίν μου τὴν ἐκ νεότητος τὴν ἀπ᾽ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν ἱεροσολύμοις ἴσασιν πάντες οἱ ἰουδαῖοι

TR1550 5 προγινώσκοντές με ἄνωθεν ἐὰν θέλωσιν μαρτυρεῖν ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα φαρισαῖος

TR1550 6 καὶ νῦν ἐπ᾽ ἐλπίδι τῆς πρὸς τοὺς πατέρας ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος

TR1550 7 εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι περὶ ἡς ἐλπίδος ἐγκαλοῦμαι βασιλεῦ ἀγρίππα ὑπὸ τῶν ἰουδαίων

TR1550 8 τί ἄπιστον κρίνεται παρ᾽ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει

TR1550 9 ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα ἰησοῦ τοῦ ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι

TR1550 10 ὃ καὶ ἐποίησα ἐν ἱεροσολύμοις καὶ πολλούς τῶν ἁγίων ἐγὼ φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον

TR1550 11 καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις

TR1550 12 ἐν οἷς καὶ πορευόμενος εἰς τὴν δαμασκὸν μετ᾽ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰ τῶν ἀρχιερέων

TR1550 13 ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον βασιλεῦ οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους

TR1550 14 πάντων δέ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ ἑβραΐδι διαλέκτῳ σαοὺλ σαούλ τί με διώκεις σκληρόν σοι πρὸς κέντρα λακτίζειν

TR1550 15 ἐγὼ δὲ εἶπον, τίς εἶ κύριε ὁ δὲ εἶπεν ἐγώ εἰμι ἰησοῦς ὃν σὺ διώκεις

TR1550 16 ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου εἰς τοῦτο γὰρ ὤφθην σοι προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές ὧν τε ὀφθήσομαί σοι

TR1550 17 ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν εἰς οὓς νῦν σε ἀποστέλλω

TR1550 18 ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπὶ τὸν θεόν τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ

TR1550 19 ὅθεν βασιλεῦ ἀγρίππα οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ

TR1550 20 ἀλλὰ τοῖς ἐν δαμασκῷ πρῶτόν καὶ ἱεροσολύμοις εἰς πᾶσάν τε τὴν χώραν τῆς ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀπαγγέλλων μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν ἄξια τῆς μετανοίας ἔργα πράσσοντας

TR1550 21 ἕνεκα τούτων με οἵ ἰουδαῖοι συλλαβόμενοι ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι

TR1550 22 ἐπικουρίας οὖν τυχὼν τῆς παρὰ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρούμενος μικρῷ τε καὶ μεγάλῳ οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ μωσῆς,

TR1550 23 εἰ παθητὸς ὁ χριστός εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ λαῷ καὶ τοῖς ἔθνεσιν

TR1550 24 ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ φῆστος μεγάλῃ τῇ φωνῇ ἔφη μαίνῃ παῦλε τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει

TR1550 25 ὁ δὲ οὐ μαίνομαι φησίν κράτιστε φῆστε ἀλλ᾽ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι

TR1550 26 ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς πρὸς ὃν καὶ παῤῥησιαζόμενος λαλῶ λανθάνειν γὰρ αὐτὸν τι τούτων οὐ πείθομαι οὐδέν οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο

TR1550 27 πιστεύεις βασιλεῦ ἀγρίππα τοῖς προφήταις οἶδα ὅτι πιστεύεις

TR1550 28 ὁ δὲ ἀγρίππας πρὸς τὸν παῦλον ἔφη, ἐν ὀλίγῳ με πείθεις χριστιανὸν γενέσθαι

TR1550 29 ὁ δὲ παῦλος εἰπεν, εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος κἀγώ εἰμι παρεκτὸς τῶν δεσμῶν τούτων

TR1550 30 καὶ ταῦτα εἰπόντος αὐτοῦ, ἀνέστη ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς

TR1550 31 καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι οὐδὲν θανάτου ἄξιον ἢ δεσμῶν πράσσει ὁ ἄνθρωπος οὗτος

TR1550 32 ἀγρίππας δὲ τῷ φήστῳ ἔφη ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο καίσαρα

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées