Lueur.org - Un éclairage sur la foi

Comparer

Actes 3

TR1550 1 ἐπὶ τὸ αὐτό δὲ πέτρος καὶ ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην

TR1550 2 καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο ὃν ἐτίθουν καθ᾽ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν

TR1550 3 ὃς ἰδὼν πέτρον καὶ ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην λαβεῖν

TR1550 4 ἀτενίσας δὲ πέτρος εἰς αὐτὸν σὺν τῷ ἰωάννῃ εἶπεν βλέψον εἰς ἡμᾶς

TR1550 5 ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ᾽ αὐτῶν λαβεῖν

TR1550 6 εἶπεν δὲ πέτρος ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι ἐν τῷ ὀνόματι ἰησοῦ χριστοῦ τοῦ ναζωραίου ἐγεῖραι καὶ περιπάτει

TR1550 7 καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν παραχρῆμα δὲ ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ τὰ σφῦρα

TR1550 8 καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν θεόν

TR1550 9 καὶ εἶδεν αὐτὸν πᾶς ὁ λαὸς περιπατοῦντα καὶ αἰνοῦντα τὸν θεόν

TR1550 10 ἐπεγίνωσκον τε αὐτὸν ὅτι οὑτὸς ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ

TR1550 11 κρατοῦντος δὲ τοῦ ἰαθἐντος χωλοῦ τὸν πέτρον καὶ ἰωάννην συνέδραμεν πρὸς αὐτοὺς πᾶς ὁ λαὸς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ σολομῶντος ἔκθαμβοι

TR1550 12 ἰδὼν δὲ πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν ἄνδρες ἰσραηλῖται τί θαυμάζετε ἐπὶ τούτῳ ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν

TR1550 13 ὁ θεὸς ἀβραὰμ καὶ ἰσαὰκ καὶ ἰακώβ ὁ θεὸς τῶν πατέρων ἡμῶν ἐδόξασεν τὸν παῖδα αὐτοῦ ἰησοῦν ὃν ὑμεῖς παρεδώκατε καὶ ἠρνήσασθε αὐτόν κατὰ πρόσωπον πιλάτου κρίναντος ἐκείνου ἀπολύειν

TR1550 14 ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν

TR1550 15 τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν οὗ ἡμεῖς μάρτυρές ἐσμεν

TR1550 16 καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ καὶ ἡ πίστις ἡ δι᾽ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν

TR1550 17 καὶ νῦν ἀδελφοί οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν

TR1550 18 ὁ δὲ θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν προφητῶν αὐτοῦ παθεῖν τὸν χριστὸν ἐπλήρωσεν οὕτως

TR1550 19 μετανοήσατε οὖν καὶ ἐπιστρέψατε εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας ὅπως ἄν ἔλθωσιν καιροί ἀναψύξεως ἀπό προσώπου τοῦ κυρίου

TR1550 20 καὶ ἀποστείλῃ τὸν προκεκηρυγμένον ὑμῖν ἰησοῦν χριστόν

TR1550 21 ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ θεὸς διὰ στόματος πάντων, ἁγίων αὐτοῦ προφητῶν ἀπ᾽ αἰῶνος

TR1550 22 μωσῆς μὲν γὰρ πρὸς τούς πατέρας εἶπεν ὅτι προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς

TR1550 23 ἔσται δὲ πᾶσα ψυχὴ ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ

TR1550 24 καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν καὶ προκατήγγειλαν τὰς ἡμέρας ταύτας

TR1550 25 ὑμεῖς ἐστε υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἡς διέθετο ὁ θεὸς πρὸς τοὺς πατέρας ἡμῶν λέγων πρὸς ἀβραάμ, καὶ τῷ σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς

TR1550 26 ὑμῖν πρῶτον ὁ θεὸς ἀναστήσας τὸν παῖδα αὐτοῦ ἰησοῦν, ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées