Comparer
Actes 7TR1550 1 εἶπεν δὲ ὁ ἀρχιερεύς εἰ ἄρα ταῦτα οὕτως ἔχει
TR1550 2 ὁ δὲ ἔφη ἄνδρες ἀδελφοὶ καὶ πατέρες ἀκούσατε ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν ἀβραὰμ ὄντι ἐν τῇ μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν χαῤῥάν
TR1550 3 καὶ εἶπεν πρὸς αὐτόν ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω
TR1550 4 τότε ἐξελθὼν ἐκ γῆς χαλδαίων κατῴκησεν ἐν χαῤῥάν κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε
TR1550 5 καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός καὶ ἐπηγγείλατο αὐτῷ δοῦναι εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ᾽ αὐτόν οὐκ ὄντος αὐτῷ τέκνου
TR1550 6 ἐλάλησεν δὲ οὕτως ὁ θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια
TR1550 7 καὶ τὸ ἔθνος ᾧ ἐὰν δουλεύσωσιν κρινῶ ἐγώ εἶπεν ὁ θεὸς καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ
TR1550 8 καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς καὶ οὕτως ἐγέννησεν τὸν ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ καὶ ὁ ἰσαὰκ τὸν ἰακώβ καὶ ὁ ἰακὼβ τοὺς δώδεκα πατριάρχας
TR1550 9 καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν ἰωσὴφ ἀπέδοντο εἰς αἴγυπτον καὶ ἦν ὁ θεὸς μετ᾽ αὐτοῦ
TR1550 10 καὶ ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον φαραὼ βασιλέως αἰγύπτου καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾽ αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ
TR1550 11 ἦλθεν δὲ λιμὸς ἐφ᾽ ὅλην τὴν γὴν αἰγύπτου καὶ χανάαν καὶ θλῖψις μεγάλη καὶ οὐχ εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν
TR1550 12 ἀκούσας δὲ ἰακὼβ ὄντα σῖτά ἕν αἰγύπτῳ ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον
TR1550 13 καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ φανερὸν ἐγένετο τῷ φαραὼ τὸ γένος τοῦ ἰωσήφ
TR1550 14 ἀποστείλας δὲ ἰωσὴφ μετεκαλέσατο τὸν πατέρα αὐτοῦ ἰακὼβ καὶ πᾶσαν τὴν συγγένειαν αὐτοῦ ἐν ψυχαῖς ἑβδομήκοντα πέντε
TR1550 15 κατέβη δὲ ἰακὼβ εἰς αἴγυπτον καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν
TR1550 16 καὶ μετετέθησαν εἰς συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ὅ ὠνήσατο ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν ἑμμὸρ τοῦ συχέμ
TR1550 17 καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἡς ὡμοσεν ὁ θεὸς τῷ ἀβραάμ ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν αἰγύπτῳ
TR1550 18 ἄχρις οὗ ἀνέστη βασιλεὺς ἕτερος ὃς οὐκ ᾔδει τὸν ἰωσήφ
TR1550 19 οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς πατέρας ἡμῶν τοῦ ποιεῖν ἔκθετα τὰ βρέφη αὐτῶν εἰς τὸ μὴ ζῳογονεῖσθαι
TR1550 20 ἐν ᾧ καιρῷ ἐγεννήθη μωσῆς, καὶ ἦν ἀστεῖος τῷ θεῷ ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός αὐτοῦ
TR1550 21 ἐκτεθέντα δὲ αὐτὸν ἀνείλετο αὐτὸν ἡ θυγάτηρ φαραὼ καὶ ἀνεθρέψατο αὐτόν ἑαυτῇ εἰς υἱόν
TR1550 22 καὶ ἐπαιδεύθη μωσῆς πάσῃ σοφίᾳ αἰγυπτίων ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἐν ἔργοις
TR1550 23 ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴς χρόνος ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς ἰσραήλ
TR1550 24 καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν αἰγύπτιον
TR1550 25 ἐνόμιζεν δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ ὅτι ὁ θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν αὐτοῖς σωτηρίαν οἱ δὲ οὐ συνῆκαν
TR1550 26 τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις καὶ συνήλασεν αὐτοὺς εἰς εἰρήνην εἰπών ἄνδρες ἀδελφοί ἐστε ὑμεῖς ἱνατί ἀδικεῖτε ἀλλήλους
TR1550 27 ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾽ ἡμᾶς
TR1550 28 μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες χθὲς τὸν αἰγύπτιον
TR1550 29 ἔφυγεν δὲ μωσῆς ἐν τῷ λόγῳ τούτῳ καὶ ἐγένετο πάροικος ἐν γῇ μαδιάμ οὗ ἐγέννησεν υἱοὺς δύο
TR1550 30 καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους σινᾶ ἄγγελος κυρίου ἐν φλογὶ πυρὸς βάτου
TR1550 31 ὁ δὲ μωσῆς ἰδὼν ἐθαύμασεν τὸ ὅραμα προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ κυρίου πρὸς αὐτὸν,
TR1550 32 ἐγὼ ὁ θεὸς τῶν πατέρων σου ὁ θεὸς ἀβραὰμ καὶ ὁ θεὸς ἰσαὰκ καὶ ὁ θεὸς ἰακώβ ἔντρομος δὲ γενόμενος μωσῆς οὐκ ἐτόλμα κατανοῆσαι
TR1550 33 εἶπεν δὲ αὐτῷ ὁ κύριος λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας γῆ ἁγία ἐστίν
TR1550 34 ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν αἰγύπτῳ καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα καὶ κατέβην ἐξελέσθαι αὐτούς καὶ νῦν δεῦρο ἀποστέλω σε εἰς αἴγυπτον
TR1550 35 τοῦτον τὸν μωϋσῆν ὃν ἠρνήσαντο εἰπόντες τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν τοῦτον ὁ θεὸς ἄρχοντα καὶ λυτρωτὴν ἀπέστειλεν ἐν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ
TR1550 36 οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ αἰγύπτοῦ καὶ ἐν ἐρυθρᾷ θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα
TR1550 37 οὗτός ἐστιν ὁ μωϋσῆς ὁ εἰπὼν τοῖς υἱοῖς ἰσραήλ προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ αὐτοῦ ἀκούσεσθε
TR1550 38 οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει σινᾶ καὶ τῶν πατέρων ἡμῶν ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν
TR1550 39 ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν ἀλλ᾽ ἀπώσαντο καὶ ἐστράφησαν ταῖς καρδίαις αὐτῶν εἰς αἴγυπτον
TR1550 40 εἰπόντες τῷ ἀαρών ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν ὁ γὰρ μωσῆς οὗτος ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς αἰγύπτου οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ
TR1550 41 καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν
TR1550 42 ἔστρεψεν δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ οἶκος ἰσραήλ
TR1550 43 καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν ῥεμφὰν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα βαβυλῶνος
TR1550 44 ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν ἐν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ καθὼς διετάξατο ὁ λαλῶν τῷ μωσῇ, ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει
TR1550 45 ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν δαβίδ
TR1550 46 ὃς εὗρεν χάριν ἐνώπιον τοῦ θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ θεῷ ἰακώβ
TR1550 47 σολομῶν δὲ ὠκοδόμησεν αὐτῷ οἶκον
TR1550 48 ἀλλ᾽ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ καθὼς ὁ προφήτης λέγει
TR1550 49 ὁ οὐρανός μοι θρόνος ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου ποῖον οἶκον οἰκοδομήσετέ μοι λέγει κύριος ἢ τίς τόπος τῆς καταπαύσεώς μου
TR1550 50 οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα
TR1550 51 σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς
TR1550 52 τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε
TR1550 53 οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων καὶ οὐκ ἐφυλάξατε
TR1550 54 ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾽ αὐτόν
TR1550 55 ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ
TR1550 56 καὶ εἶπεν ἰδού, θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ
TR1550 57 κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾽ αὐτόν
TR1550 58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου σαύλου
TR1550 59 καὶ ἐλιθοβόλουν τὸν στέφανον ἐπικαλούμενον καὶ λέγοντα κύριε ἰησοῦ δέξαι τὸ πνεῦμά μου
TR1550 60 θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνῇ μεγάλῃ κύριε μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην καὶ τοῦτο εἰπὼν ἐκοιμήθη
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées