Comparer
Actes 8TR1550 1 σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν ἱεροσολύμοις πάντες τε διεσπάρησαν κατὰ τὰς χώρας τῆς ἰουδαίας καὶ σαμαρείας πλὴν τῶν ἀποστόλων
TR1550 2 συνεκόμισαν δὲ τὸν στέφανον ἄνδρες εὐλαβεῖς καὶ ἐποίησαντὸ κοπετὸν μέγαν ἐπ᾽ αὐτῷ
TR1550 3 σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν
TR1550 4 οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον
TR1550 5 φίλιππος δὲ κατελθὼν εἰς πόλιν τῆς σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν χριστόν
TR1550 6 προσεῖχον τὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει
TR1550 7 πολλῶν γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα μεγάλῃ φωνῇ ἐξήρχετο πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν
TR1550 8 καὶ ἐγένετο χαρὰ μεγάλη ἐν τῇ πόλει ἐκείνῃ
TR1550 9 ἀνὴρ δέ τις ὀνόματι σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστῶν τὸ ἔθνος τῆς σαμαρείας λέγων εἶναί τινα ἑαυτὸν μέγαν
TR1550 10 ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες οὗτός ἐστιν ἡ δύναμις τοῦ θεοῦ ἡ μεγάλη
TR1550 11 προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς
TR1550 12 ὅτε δὲ ἐπίστευσαν τῷ φιλίππῳ εὐαγγελιζομένῳ τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ καὶ τοῦ ὀνόματος τοῦ ἰησοῦ χριστοῦ ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες
TR1550 13 ὁ δὲ σίμων καὶ αὐτὸς ἐπίστευσεν καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ φιλίππῳ θεωρῶν τε σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας ἐξίστατο
TR1550 14 ἀκούσαντες δὲ οἱ ἐν ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ σαμάρεια τὸν λόγον τοῦ θεοῦ ἀπέστειλαν πρὸς αὐτοὺς τὸν πέτρον καὶ ἰωάννην
TR1550 15 οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσιν πνεῦμα ἅγιον
TR1550 16 οὔπω γὰρ ἦν ἐπ᾽ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ κυρίου ἰησοῦ
TR1550 17 τότε ἐπετίθουν τὰς χεῖρας ἐπ᾽ αὐτούς καὶ ἐλάμβανον πνεῦμα ἅγιον
TR1550 18 θεασάμενος δὲ ὁ σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ πνεῦμα τὸ ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα
TR1550 19 λέγων, δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην ἵνα ᾧ ἂν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ πνεῦμα ἅγιον
TR1550 20 πέτρος δὲ εἶπεν πρὸς αὐτόν τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν ὅτι τὴν δωρεὰν τοῦ θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι
TR1550 21 οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ θεοῦ
TR1550 22 μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης καὶ δεήθητι τοῦ θεοῦ, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου
TR1550 23 εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα
TR1550 24 ἀποκριθεὶς δὲ ὁ σίμων εἶπεν δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν κύριον ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾽ ἐμὲ ὧν εἰρήκατε
TR1550 25 οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ κυρίου ὑπέστρεψαν εἰς ἰερουσαλήμ πολλάς τε κώμας τῶν σαμαρειτῶν εὐηγγελίσαντο
TR1550 26 ἄγγελος δὲ κυρίου ἐλάλησεν πρὸς φίλιππον λέγων, ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ ἰερουσαλὴμ εἰς γάζαν αὕτη ἐστὶν ἔρημος
TR1550 27 καὶ ἀναστὰς ἐπορεύθη καὶ ἰδού, ἀνὴρ αἰθίοψ εὐνοῦχος δυνάστης κανδάκης τῆς βασιλίσσης αἰθιόπων ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς ὃς ἐληλύθει προσκυνήσων εἰς ἰερουσαλήμ
TR1550 28 ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ καὶ ἀνεγίνωσκεν τὸν προφήτην ἠσαΐαν
TR1550 29 εἶπεν δὲ τὸ πνεῦμα τῷ φιλίππῳ πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ
TR1550 30 προσδραμὼν δὲ ὁ φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος τὸν προφήτην ἠσαΐαν καὶ εἶπεν Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις
TR1550 31 ὁ δὲ εἶπεν πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τις ὁδήγησῃ με παρεκάλεσέν τε τὸν φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ
TR1550 32 ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ
TR1550 33 ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ
TR1550 34 ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ φιλίππῳ εἶπεν δέομαί σου περὶ τίνος ὁ προφήτης λέγει τοῦτο περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός
TR1550 35 ἀνοίξας δὲ ὁ φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν ἰησοῦν
TR1550 36 ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν ἦλθον ἐπί τι ὕδωρ καί φησιν ὁ εὐνοῦχος ἰδού, ὕδωρ τί κωλύει με βαπτισθῆναι
TR1550 37 εἶπεν δὲ ὁ φίλιππος εἰ πιστεύεις ἐξ ὅλης τὴς καρδίας, ἔξεστιν ἀποκριθεὶς δὲ εἶπεν πιστεύω τὸν ὑιὸν τοῦ θεοῦ ἐιναι τὸν ἰησοῦν χριστόν
TR1550 38 καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ ὅ τε φίλιππος καὶ ὁ εὐνοῦχος καὶ ἐβάπτισεν αὐτόν
TR1550 39 ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος πνεῦμα κυρίου ἥρπασεν τὸν φίλιππον καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων
TR1550 40 φίλιππος δὲ εὑρέθη εἰς ἄζωτον καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς καισάρειαν
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées