Lueur.org - Un éclairage sur la foi

Comparer

Actes 9

TR1550 1 ὁ δὲ σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου προσελθὼν τῷ ἀρχιερεῖ

TR1550 2 ᾐτήσατο παρ᾽ αὐτοῦ ἐπιστολὰς εἰς δαμασκὸν πρὸς τὰς συναγωγάς ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας δεδεμένους ἀγάγῃ εἰς ἰερουσαλήμ

TR1550 3 ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ δαμασκῷ καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἀπὸ τοῦ οὐρανοῦ

TR1550 4 καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ σαοὺλ σαούλ τί με διώκεις

TR1550 5 εἶπεν δέ τίς εἶ κύριε ὁ δέ κύριος εἶπεν, ἐγώ εἰμι ἰησοῦς ὃν σὺ διώκεις σκληρόν σοι πρὸς κέντρα λακτίζειν

TR1550 6 τρέμων τε καὶ θαμβῶν εἶπεν κύριε τί μέ θέλεις ποιῆσαι καὶ ὅ κύριος πρός αὐτόν ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν καὶ λαληθήσεταί σοι τί σε δεῖ ποιεῖν

TR1550 7 οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐννεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες

TR1550 8 ἠγέρθη δὲ ὁ σαῦλος ἀπὸ τῆς γῆς ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδένα ἔβλεπεν χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς δαμασκόν

TR1550 9 καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν

TR1550 10 ἦν δέ τις μαθητὴς ἐν δαμασκῷ ὀνόματι ἁνανίας καὶ εἶπεν πρὸς αὐτὸν ὁ κύριος ἐν ὁράματι ἁνανία ὁ δὲ εἶπεν ἰδού, ἐγώ κύριε

TR1550 11 ὁ δὲ κύριος πρὸς αὐτόν ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ ἰούδα σαῦλον ὀνόματι ταρσέα ἰδού, γὰρ προσεύχεται

TR1550 12 καὶ εἶδεν ἐν ὁράματι ἄνδρα ὀνόματι ἁνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ

TR1550 13 ἀπεκρίθη δὲ ὁ ἁνανίας κύριε ἄκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου ὅσα κακὰ ἐποίησεν τοῖς ἁγίοις σου ἐν ἰερουσαλήμ

TR1550 14 καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου

TR1550 15 εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος πορεύου ὅτι σκεῦος ἐκλογῆς μοι ἐστίν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν τε ἰσραήλ

TR1550 16 ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν

TR1550 17 ἀπῆλθεν δὲ ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν καὶ ἐπιθεὶς ἐπ᾽ αὐτὸν τὰς χεῖρας εἶπεν σαοὺλ ἀδελφέ ὁ κύριος ἀπέσταλκέν με ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου

TR1550 18 καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες ἀνέβλεψέν τε παραχρῆμα, καὶ ἀναστὰς ἐβαπτίσθη

TR1550 19 καὶ λαβὼν τροφὴν ἐνίσχυσεν ἐγένετο δὲ ὁ σαῦλος μετὰ τῶν ἐν δαμασκῷ μαθητῶν ἡμέρας τινάς

TR1550 20 καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν χριστὸν, ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ

TR1550 21 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἕν ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς

TR1550 22 σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυνεν τοὺς ἰουδαίους τοὺς κατοικοῦντας ἐν δαμασκῷ συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ χριστός

TR1550 23 ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί συνεβουλεύσαντο οἱ ἰουδαῖοι ἀνελεῖν αὐτόν

TR1550 24 ἐγνώσθη δὲ τῷ σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν παρετηροῦν τε τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν

TR1550 25 λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτὸς καθῆκαν διὰ τοῦ τείχους χαλάσαντες ἐν σπυρίδι

TR1550 26 παραγενόμενος δὲ ὁ σαῦλος εἰς ἰερουσαλὴμ ἐπείρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς καὶ πάντες ἐφοβοῦντο αὐτόν μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής

TR1550 27 βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ καὶ πῶς ἐν δαμασκῷ ἐπαῤῥησιάσατο ἐν τῷ ὀνόματι τοῦ ἰησοῦ

TR1550 28 καὶ ἦν μετ᾽ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐν ἰερουσαλήμ

TR1550 29 καὶ παῤῥησιαζόμενος ἕν τῷ ὀνόματί τοῦ κυρίου ἰησοῦ ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς ἑλληνιστάς οἱ δὲ ἐπεχείρουν αὐτόν ἀνελεῖν

TR1550 30 ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς ταρσόν

TR1550 31 αἱ μὲν οὖν ἐκκλησίαι καθ᾽ ὅλης τῆς ἰουδαίας καὶ γαλιλαίας καὶ σαμαρείας εἶχον εἰρήνην οἰκοδομουμέναι καὶ πορευομέναι τῷ φόβῳ τοῦ κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνοντο

TR1550 32 ἐγένετο δὲ πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας λύδδαν

TR1550 33 εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα αἰνέαν ὀνόματι ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραββάτω ὃς ἦν παραλελυμένος

TR1550 34 καὶ εἶπεν αὐτῷ ὁ πέτρος αἰνέα ἰᾶταί σε ἰησοῦς ὁ χριστός ἀνάστηθι καὶ στρῶσον σεαυτῷ καὶ εὐθέως ἀνέστη

TR1550 35 καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες λύδδαν καὶ τὸν σαρῶναν, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον

TR1550 36 ἐν ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι ταβιθά ἣ διερμηνευομένη λέγεται δορκάς αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει

TR1550 37 ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ

TR1550 38 ἐγγὺς δὲ οὔσης λύδδης τῇ ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες μὴ ὀκνήσαι διελθεῖν ἕως αὐτῶν

TR1550 39 ἀναστὰς δὲ πέτρος συνῆλθεν αὐτοῖς ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾽ αὐτῶν οὖσα ἡ δορκάς

TR1550 40 ἐκβαλὼν δὲ ἔξω πάντας ὁ πέτρος θεὶς τὰ γόνατα προσηύξατο καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν ταβιθά ἀνάστηθι ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ ἰδοῦσα τὸν πέτρον ἀνεκάθισεν

TR1550 41 δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν

TR1550 42 γνωστὸν δὲ ἐγένετο καθ᾽ ὅλης τῆς ἰόππης καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν κύριον

TR1550 43 ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι αὐτόν ἐν ἰόππῃ παρά τινι σίμωνι βυρσεῖ

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées