Lueur.org - Un éclairage sur la foi

Comparer

Apocalypse 2

TR1550 1 τῷ ἀγγέλῳ τῆς ἐφέσίνης ἐκκλησίας γράψον τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν

TR1550 2 οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον σου καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς καὶ ἐπειράσω τοὺς φάσκοντας εἶναι ἀποστόλους καὶ οὐκ εἰσίν καὶ εὗρες αὐτοὺς ψευδεῖς

TR1550 3 καὶ ἐβάστασας καὶ ὑπομονὴν ἔχεις καὶ διὰ τὸ ὄνομά μου κεκοπίακας καὶ οὐ κέκμηκας

TR1550 4 ἀλλ᾽ ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας

TR1550 5 μνημόνευε οὖν πόθεν ἐκπέπτωκας καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον εἰ δὲ μή ἔρχομαί σοι ταχύ καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς ἐὰν μὴ μετανοήσῃς

TR1550 6 ἀλλὰ τοῦτο ἔχεις ὅτι μισεῖς τὰ ἔργα τῶν νικολαϊτῶν ἃ κἀγὼ μισῶ

TR1550 7 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς ὅ ἐστιν ἐν μέσῶ τοῦ παραδείσου τοῦ θεοῦ

TR1550 8 καὶ τῷ ἀγγέλῳ τῆς ἐκκλησίας σμυρναίων γράψον τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν

TR1550 9 οἶδά σου τὰ ἔργα καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν πλούσιος δὲ εἶ καὶ τὴν βλασφημίαν τῶν λεγόντων ἰουδαίους εἶναι ἑαυτούς καὶ οὐκ εἰσὶν ἀλλὰ συναγωγὴ τοῦ σατανᾶ

TR1550 10 μηδὲν φοβοῦ ἃ μέλλεις πάσχειν ἰδού μέλλει βάλειν ἐξ ὑμῶν ὁ διάβολος εἰς φυλακὴν ἵνα πειρασθῆτε καὶ ἕξετε θλῖψιν ἡμερῶν δέκα γίνου πιστὸς ἄχρι θανάτου καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς

TR1550 11 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου

TR1550 12 καὶ τῷ ἀγγέλῳ τῆς ἐν περγάμῳ ἐκκλησίας γράψον τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν

TR1550 13 οἶδα τὰ ἔργα σου καὶ ποῦ κατοικεῖς ὅπου ὁ θρόνος τοῦ σατανᾶ καὶ κρατεῖς τὸ ὄνομά μου καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου καὶ ἐν ταῖς ἡμέραις ἐν αἷς ἀντιπᾶς ὁ μάρτυς μου ὁ πιστός ὃς ἀπεκτάνθη παρ᾽ ὑμῖν ὅπου κατοικεῖ ὁ σατανᾶς

TR1550 14 ἀλλ᾽ ἔχω κατὰ σοῦ ὀλίγα ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν βαλαάμ ὃς ἐδίδασκεν ἕν τῷ βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν ἰσραήλ φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι

TR1550 15 οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν νικολαϊτῶν ὅ μισῶ

TR1550 16 μετανόησον εἰ δὲ μή ἔρχομαί σοι ταχύ καὶ πολεμήσω μετ᾽ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου

TR1550 17 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἀπὸ τοῦ μάννα τοῦ κεκρυμμένου καὶ δώσω αὐτῷ ψῆφον λευκὴν καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον ὃ οὐδεὶς ἔγνω εἰ μὴ ὁ λαμβάνων

TR1550 18 καὶ τῷ ἀγγέλῳ τῆς ἐν φυατείροις ἐκκλησίας γράψον τάδε λέγει ὁ υἱὸς τοῦ θεοῦ ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ

TR1550 19 οἶδά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν διακονίαν καὶ τὴν πίστιν καὶ τὴν ὑπομονήν σου καὶ τὰ ἔργα σου καὶ τὰ ἔσχατα πλείονα τῶν πρώτων

TR1550 20 ἀλλ᾽ ἔχω κατὰ σοῦ ὀλίγα ὅτι ἐᾷς τὴν γυναῖκα ἰεζάβηλ τὴν λέγουσαν ἑαυτὴν προφῆτιν διδάσκειν καὶ πλανᾶσθαι ἐμοὺς δούλους πορνεῦσαι καὶ εἰδωλόθυτα φαγεῖν

TR1550 21 καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ ἐκ τῆς πορνείας αὐτῆς καὶ οὐ μετενόησεν

TR1550 22 ἰδού ἐγὼ βάλλω αὐτὴν εἰς κλίνην καὶ τοὺς μοιχεύοντας μετ᾽ αὐτῆς εἰς θλῖψιν μεγάλην ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῶν

TR1550 23 καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶν νεφροὺς καὶ καρδίας καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν

TR1550 24 ὑμῖν δὲ λέγω καὶ λοιποῖς τοῖς ἐν φυατείροις ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην καὶ οἵτινες οὐκ ἔγνωσαν τὰ βάθη τοῦ σατανᾶ ὡς λέγουσιν οὐ βάλω ἐφ᾽ ὑμᾶς ἄλλο βάρος

TR1550 25 πλὴν ὃ ἔχετε κρατήσατε ἄχρις οὗ ἂν ἥξω

TR1550 26 καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν

TR1550 27 καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ ὡς τὰ σκεύη τὰ κεραμικὰ συντρίβεται ὡς κἀγώ εἴληφα παρά τοῦ πατρός μου

TR1550 28 καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν

TR1550 29 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées