Lueur.org - Un éclairage sur la foi

Comparer

Apocalypse 20:1-15

TR1550 1 καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ ἔχοντα τὴν κλεῖδα τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ

TR1550 2 καὶ ἐκράτησεν τὸν δράκοντα τὸν ὄφιν τὸν ἀρχαῖον ὅς ἐστιν διάβολος καὶ σατανᾶς καὶ ἔδησεν αὐτὸν χίλια ἔτη

TR1550 3 καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον καὶ ἔκλεισεν αὐτὸν καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ ἵνα μὴ πλανήσῃ τὰ ἔθνη ἔτι ἄχρι τελεσθῇ τὰ χίλια ἔτη καὶ μετὰ ταῦτα δεῖ αὐτὸν λυθῆναι μικρὸν χρόνον

TR1550 4 καὶ εἶδον θρόνους καὶ ἐκάθισαν ἐπ᾽ αὐτούς καὶ κρίμα ἐδόθη αὐτοῖς καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ θεοῦ καὶ οἵτινες οὐ προσεκύνησαν τῷ θηριῷ οὐτὲ τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον αὐτῶν καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ χριστοῦ τά χίλια ἔτη

TR1550 5 οἱ δὲ λοιποὶ τῶν νεκρῶν οὐκ ἀνἔζησαν ἕως τελεσθῇ τὰ χίλια ἔτη αὕτη ἡ ἀνάστασις ἡ πρώτη

TR1550 6 μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ ἐπὶ τούτων ὁ θάνατος ὁ δεύτερος οὐκ ἔχει ἐξουσίαν ἀλλ᾽ ἔσονται ἱερεῖς τοῦ θεοῦ καὶ τοῦ χριστοῦ καὶ βασιλεύσουσιν μετ᾽ αὐτοῦ χίλια ἔτη

TR1550 7 καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη λυθήσεται ὁ σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ

TR1550 8 καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσιν γωνίαις τῆς γῆς τὸν γὼγ καὶ τὸν μαγώγ συναγαγεῖν αὐτοὺς εἰς πόλεμον ὧν ὁ ἀριθμὸς ὡς ἡ ἄμμος τῆς θαλάσσης

TR1550 9 καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς καὶ ἐκύκλωσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην καὶ κατέβη πῦρ ἀπὸ τοῦ φεοῦ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτούς

TR1550 10 καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου ὅπου τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων

TR1550 11 καὶ εἶδον θρόνον λευκὸν μέγαν καὶ τὸν καθήμενον ἐπ᾽ αὐτοῦ οὗ ἀπὸ προσώπου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς

TR1550 12 καὶ εἶδον τοὺς νεκρούς μικρούς καὶ μεγάλους ἑστῶτας ἐνώπιον τοῦ θεοῦ καὶ βιβλία ἠνεῳχθησαν καὶ βιβλίον ἄλλο ἠνεῳχθη ὅ ἐστιν τῆς ζωῆς καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν

TR1550 13 καὶ ἔδωκεν ἡ θάλασσα τοὺς ἐν αὐτῇ νεκροὺς καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἔδωκαν τοὺς ἐν αὐτοῖς νεκροὺς καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν

TR1550 14 καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός οὗτος ἐστιν ὁ δεύτερός θάνατος

TR1550 15 καὶ εἴ τις οὐχ εὑρέθη ἐν τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένος ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées