Comparer
Apocalypse 21-22TR1550 1 καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ παρῆλθεν καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι
TR1550 2 καὶ ἐγὼ ἰωάννης εἶδον τὴν πόλιν τὴν ἁγίαν ἰερουσαλὴμ καινὴν καταβαίνουσαν ἀπὸ τοῦ θεοῦ ἐκ τοῦ οὐρανοῦ ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς
TR1550 3 καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης ἰδού ἡ σκηνὴ τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων καὶ σκηνώσει μετ᾽ αὐτῶν καὶ αὐτοὶ λαοὶ αὐτοῦ ἔσονται καὶ αὐτὸς ὁ θεὸς ἔσται μετ᾽ αὐτῶν θεός αὐτῶν
TR1550 4 καὶ ἐξαλείψει ὁ φεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι ὅτι τὰ πρῶτα ἀπῆλθον
TR1550 5 καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τοῦ θρόνου ἰδού καινὰ πάντα ποιῶ καὶ λέγει μοι γράψον ὅτι οὗτοι οἱ λόγοι ἀληθινοί καὶ πιστοὶ εἰσιν
TR1550 6 καὶ εἶπέν μοι γέγονεν ἐγώ εἰμι τὸ α καὶ τὸ Ω ἡ ἀρχὴ καὶ τὸ τέλος ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν
TR1550 7 ὁ νικῶν κληρονομήσει πάντα καὶ ἔσομαι αὐτῷ θεὸς καὶ αὐτὸς ἔσται μοι ὁ υἱός
TR1550 8 δειλοῖς δὲ καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσιν καὶ πόρνοις καὶ φαρμακεῦσιν καὶ εἰδωλολάτραις καὶ πᾶσιν τοῖς ψευδέσιν τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ ὅ ἐστιν δεύτερος θάνατος
TR1550 9 καὶ ἦλθεν πρὸς με εἷς τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας τὰς γεμούσας τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων καὶ ἐλάλησεν μετ᾽ ἐμοῦ λέγων δεῦρο δείξω σοι τὴν νύμφην τοῦ ἀρνίου τὴν γυναῖκα
TR1550 10 καὶ ἀπήνεγκέν με ἐν πνεύματι ἐπ᾽ ὄρος μέγα καὶ ὑψηλόν καὶ ἔδειξέν μοι τὴν πόλιν τὴν μεγάλην τὴν ἁγίαν ἰερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ
TR1550 11 ἔχουσαν τὴν δόξαν τοῦ θεοῦ καὶ ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι
TR1550 12 ἔχουσαν τε τεῖχος μέγα καὶ ὑψηλόν ἔχουσαν πυλῶνας δώδεκα καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα καὶ ὀνόματα ἐπιγεγραμμένα ἅ ἐστιν τῶν δώδεκα φυλῶν τῶν υἱῶν ἰσραήλ
TR1550 13 ἀπ᾽ ἀνατολῆς πυλῶνες τρεῖς ἀπὸ βοῤῥᾶ πυλῶνες τρεῖς ἀπὸ νότου πυλῶνες τρεῖς ἀπὸ δυσμῶν πυλῶνες τρεῖς
TR1550 14 καὶ τὸ τεῖχος τῆς πόλεως ἔχον θεμελίους δώδεκα καὶ ἐν αὐτοῖς ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου
TR1550 15 καὶ ὁ λαλῶν μετ᾽ ἐμοῦ εἶχεν κάλαμον χρυσοῦν ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος αὐτῆς
TR1550 16 καὶ ἡ πόλις τετράγωνος κεῖται καὶ τὸ μῆκος αὐτῆς τοσοῦτόν ἐστίν ὅσον καὶ τὸ πλάτος καὶ ἐμέτρησεν τὴν πόλιν τῷ καλάμῳ ἐπὶ σταδίων δώδεκα χιλιάδων τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστιν
TR1550 17 καὶ ἐμέτρησεν τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσσαράκοντα τεσσάρων πηχῶν μέτρον ἀνθρώπου ὅ ἐστιν ἀγγέλου
TR1550 18 καὶ ἦν ἡ ἐνδόμησις τοῦ τείχους αὐτῆς ἴασπις καὶ ἡ πόλις χρυσίον καθαρὸν ὅμοια ὑάλῳ καθαρῷ
TR1550 19 καὶ οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι ὁ θεμέλιος ὁ πρῶτος ἴασπις ὁ δεύτερος σάπφειρος ὁ τρίτος χαλκηδών ὁ τέταρτος σμάραγδος
TR1550 20 ὁ πέμπτος σαρδόνυξ ὁ ἕκτος σάρδιος ὁ ἕβδομος χρυσόλιθος ὁ ὄγδοος βήρυλλος ὁ ἔνατος τοπάζιον ὁ δέκατος χρυσόπρασος ὁ ἑνδέκατος ὑάκινθος ὁ δωδέκατος ἀμέθυστος
TR1550 21 καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαφανής
TR1550 22 καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ ὁ γὰρ κύριος ὁ θεὸς ὁ παντοκράτωρ ναὸς αὐτῆς ἐστιν καὶ τὸ ἀρνίον
TR1550 23 καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης ἵνα φαίνωσιν ἐν αὐτῇ ἡ γὰρ δόξα τοῦ θεοῦ ἐφώτισεν αὐτήν καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον
TR1550 24 καὶ τὰ ἔθνη τῶν σωζομένων ἐν τῷ φωτί αὐτῆς περιπατήσουσιν καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσιν τὴν δόξαν καὶ τὴν τιμὴν αὐτῶν εἰς αὐτήν
TR1550 25 καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ
TR1550 26 καὶ οἴσουσιν τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν
TR1550 27 καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινοῦν καὶ ποιοῦν βδέλυγμα καὶ ψεῦδος εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου
TR1550 1 καὶ ἔδειξέν μοι καθαρὸν ποταμὸν ὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου
TR1550 2 ἐν μέσῳ τῆς πλατείας αὐτῆς καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐντεῦθεν ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα κατὰ μῆνα ἕνα ἕκαστον ἀποδιδοῦν τὸν καρπὸν αὐτοῦ καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν
TR1550 3 καὶ πᾶν κατανάθεμα οὐκ ἔσται ἔτι καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ
TR1550 4 καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν
TR1550 5 καὶ νὺξ οὐκ ἔσται ἐκει καὶ χρείαν οὐκ ἔχουσιν λύχνου καὶ φωτὸς ἡλίου ὅτι κύριος ὁ θεὸς φωτίζει αὐτούς καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων
TR1550 6 καὶ εἶπέν μοι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί καὶ κύριος ὁ θεὸς τῶν ἁγίων προφητῶν ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει
TR1550 7 ἰδού ἔρχομαι ταχύ μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου
TR1550 8 καὶ ἐγὼ ἰωάννης ὁ βλέπων ταῦτα καὶ ἀκούων καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα
TR1550 9 καὶ λέγει μοι ὅρα μή σύνδουλός σου γάρ εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου τῷ θεῷ προσκύνησον
TR1550 10 καὶ λέγει μοι μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου ὅτι ὁ καιρὸς ἐγγύς ἐστιν
TR1550 11 ὁ ἀδικῶν ἀδικησάτω ἔτι καὶ ὁ ῥυπῶν ῥυπωσάτω ἔτι καὶ ὁ δίκαιος δικαιωθήτω ἔτι καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι
TR1550 12 καὶ ἰδού ἔρχομαι ταχύ καὶ ὁ μισθός μου μετ᾽ ἐμοῦ ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον αὐτοῦ ἐσται
TR1550 13 ἐγώ εἰμι τὸ α καὶ τὸ ω ἀρχὴ καὶ τέλος ὁ πρῶτος καὶ ὁ ἔσχατος
TR1550 14 μακάριοι οἱ ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν
TR1550 15 ἔξω δὲ οἱ κύνες καὶ οἱ φάρμακοι καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς ὁ φιλῶν καὶ ποιῶν ψεῦδος
TR1550 16 ἐγὼ ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος τοῦ δαβίδ ὁ ἀστὴρ ὁ λαμπρὸς καὶ ὀρθρινός
TR1550 17 καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν ἐλθε καὶ ὁ ἀκούων εἰπάτω ἐλθε καὶ ὁ διψῶν ἐλθέτω καὶ ὁ θέλων λαμβανέτω τὸ ὕδωρ ζωῆς δωρεάν
TR1550 18 συμμαρτυροῦμαι γὰρ παντὶ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου ἐάν τις ἐπιτιθῇ πρὸς ταῦτα ἐπιθήσει ὁ θεὸς ἐπ᾽ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν βιβλίῳ τούτῳ
TR1550 19 καὶ ἐάν τις ἀφαιρῇ ἀπὸ τῶν λόγων βίβλου τῆς προφητείας ταύτης ἀφαιρήσει ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ βίβλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας καὶ τῶν γεγραμμένων ἐν βιβλίῳ τούτῳ
TR1550 20 λέγει ὁ μαρτυρῶν ταῦτα ναί ἔρχομαι ταχύ ἀμήν ναί ἔρχου κύριε ἰησοῦ
TR1550 21 ἡ χάρις τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ μετὰ πάντων ὑμῶν ἀμήν
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées