Lueur.org - Un éclairage sur la foi

Comparer

Apocalypse 22:6-20

TR1550 6 καὶ εἶπέν μοι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί καὶ κύριος ὁ θεὸς τῶν ἁγίων προφητῶν ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει

TR1550 7 ἰδού ἔρχομαι ταχύ μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου

TR1550 8 καὶ ἐγὼ ἰωάννης ὁ βλέπων ταῦτα καὶ ἀκούων καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα

TR1550 9 καὶ λέγει μοι ὅρα μή σύνδουλός σου γάρ εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου τῷ θεῷ προσκύνησον

TR1550 10 καὶ λέγει μοι μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου ὅτι ὁ καιρὸς ἐγγύς ἐστιν

TR1550 11 ὁ ἀδικῶν ἀδικησάτω ἔτι καὶ ὁ ῥυπῶν ῥυπωσάτω ἔτι καὶ ὁ δίκαιος δικαιωθήτω ἔτι καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι

TR1550 12 καὶ ἰδού ἔρχομαι ταχύ καὶ ὁ μισθός μου μετ᾽ ἐμοῦ ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον αὐτοῦ ἐσται

TR1550 13 ἐγώ εἰμι τὸ α καὶ τὸ ω ἀρχὴ καὶ τέλος ὁ πρῶτος καὶ ὁ ἔσχατος

TR1550 14 μακάριοι οἱ ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν

TR1550 15 ἔξω δὲ οἱ κύνες καὶ οἱ φάρμακοι καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς ὁ φιλῶν καὶ ποιῶν ψεῦδος

TR1550 16 ἐγὼ ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος τοῦ δαβίδ ὁ ἀστὴρ ὁ λαμπρὸς καὶ ὀρθρινός

TR1550 17 καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν ἐλθε καὶ ὁ ἀκούων εἰπάτω ἐλθε καὶ ὁ διψῶν ἐλθέτω καὶ ὁ θέλων λαμβανέτω τὸ ὕδωρ ζωῆς δωρεάν

TR1550 18 συμμαρτυροῦμαι γὰρ παντὶ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου ἐάν τις ἐπιτιθῇ πρὸς ταῦτα ἐπιθήσει ὁ θεὸς ἐπ᾽ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν βιβλίῳ τούτῳ

TR1550 19 καὶ ἐάν τις ἀφαιρῇ ἀπὸ τῶν λόγων βίβλου τῆς προφητείας ταύτης ἀφαιρήσει ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ βίβλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας καὶ τῶν γεγραμμένων ἐν βιβλίῳ τούτῳ

TR1550 20 λέγει ὁ μαρτυρῶν ταῦτα ναί ἔρχομαι ταχύ ἀμήν ναί ἔρχου κύριε ἰησοῦ

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées