Comparer
Apocalypse 6TR1550 1 καὶ εἶδον ὅτε ἤνοιξεν τὸ ἀρνίον μίαν ἐκ τῶν σφραγίδων καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος ὡς φωνὴς βροντῆς ἕρχου καὶ βλέπε
TR1550 2 καὶ εἶδον καὶ ἰδού ἵππος λευκός καὶ ὁ καθήμενος ἐπ᾽ αὐτῷ ἔχων τόξον καὶ ἐδόθη αὐτῷ στέφανος καὶ ἐξῆλθεν νικῶν καὶ ἵνα νικήσῃ
TR1550 3 καὶ ὅτε ἤνοιξεν τὴν δευτέραν σφραγῖδα ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος ἕρχου καὶ βλέπε
TR1550 4 καὶ ἐξῆλθεν ἄλλος ἵππος πυῤῥός καὶ τῷ καθημένῳ ἐπ᾽ αὐτῷ ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἀπὸ τῆς γῆς καὶ ἵνα ἀλλήλους σφάξωσιν καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη
TR1550 5 καὶ ὅτε ἤνοιξεν τὴν τρίτην σφραγῖδα ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος ἕρχου καὶ βλέπε καὶ εἶδον καὶ ἰδού ἵππος μέλας καὶ ὁ καθήμενος ἐπ᾽ αὐτῷ ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ
TR1550 6 καὶ ἤκουσα φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν χοῖνιξ σίτου δηναρίου καὶ τρεῖς χοίνικες κριθῆς δηναρίου καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς
TR1550 7 καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην ἤκουσα φωνὴν τοῦ τετάρτου ζῴου λέγουσαν ἕρχου καὶ βλέπε
TR1550 8 καὶ εἶδον καὶ ἰδού ἵππος χλωρός καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ ὄνομα αὐτῷ ὁ θάνατος καὶ ὁ ᾅδης ἀκολούθει μετ᾽ αὐτοῦ καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἀποκτεῖναι ἐπὶ τὸ τέταρτον τῆς γῆς ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς
TR1550 9 καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν μαρτυρίαν ἣν εἶχον
TR1550 10 καὶ ἔκραζον φωνῇ μεγάλῃ λέγοντες ἕως πότε ὁ δεσπότης ὁ ἅγιος καὶ ὁ ἀληθινός οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἀπὸ τῶν κατοικούντων ἐπὶ τῆς γῆς
TR1550 11 καὶ ἐδόθησαν ἑκάστοις στολαὶ λευκαὶ καὶ ἐῤῥέθη αὐτοῖς ἵνα ἀναπαύσωνται ἔτι χρόνον μικρόν ἕως οὗ πληρωσονται καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ μέλλοντες ἀποκτείνεσθαι ὡς καὶ αὐτοί
TR1550 12 καὶ εἶδον ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἕκτην καὶ ἰδού σεισμὸς μέγας ἐγένετο καὶ ὁ ἥλιος ἐγένετο μέλας ὡς σάκκος τρίχινος καὶ ἡ σελήνη ἐγένετο ὡς αἷμα
TR1550 13 καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν ὡς συκῆ βάλλει τοὺς ὀλύνθους αὐτῆς ὑπὸ μεγάλου ἀνέμου σειομένη
TR1550 14 καὶ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον εἱλισσόμενον καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν
TR1550 15 καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ πλούσιοι καὶ οἱ χιλίαρχοι καὶ οἱ δυνατοὶ καὶ πᾶς δοῦλος καὶ πᾶς ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων
TR1550 16 καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις πέσετε ἐφ᾽ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου
TR1550 17 ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς αὐτοῦ καὶ τίς δύναται σταθῆναι
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées