Comparer
Apocalypse 8-16TR1550 1 καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον
TR1550 2 καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες
TR1550 3 καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ ἐστάθη ἐπὶ τὸ θυσιαστήριον ἔχων λιβανωτὸν χρυσοῦν καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ ἵνα δώσῃ ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου
TR1550 4 καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ
TR1550 5 καὶ εἴληφεν ὁ ἄγγελος τὸ λιβανωτόν καὶ ἐγέμισεν αὐτὸ ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου καὶ ἔβαλεν εἰς τὴν γῆν καὶ ἐγένοντο φωναὶ καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ σεισμός
TR1550 6 καὶ οἱ ἑπτὰ ἄγγελοι ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν εαὐτοὺς ἵνα σαλπίσωσιν
TR1550 7 καὶ ὁ πρῶτος ἄγγελος ἐσάλπισεν καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα αἵματι καὶ ἐβλήθη εἰς τὴν γῆν καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη καὶ πᾶς χόρτος χλωρὸς κατεκάη
TR1550 8 καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα
TR1550 9 καὶ ἀπέθανεν τὸ τρίτον τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ τὰ ἔχοντα ψυχάς καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρη
TR1550 10 καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς ὑδάτων
TR1550 11 καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ἄψινθος καὶ γίνεται τὸ τρίτον εἰς ἄψινθον καὶ πολλοὶ ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων ὅτι ἐπικράνθησαν
TR1550 12 καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶ ἡ ἡμέρα μὴ φαίνῃ τὸ τρίτον αὐτῆς καὶ ἡ νὺξ ὁμοίως
TR1550 13 καὶ εἶδον καὶ ἤκουσα ἑνὸς ἀγγέλου πετωμένου ἐν μεσουρανήματι λέγοντος φωνῇ μεγάλῃ οὐαὶ οὐαὶ οὐαὶ τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν
TR1550 1 καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου
TR1550 2 καὶ ἤνοιξεν τὸ φρέαρ τῆς ἀβύσσου καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου μεγάλης καὶ ἐσκοτίσθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος
TR1550 3 καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς
TR1550 4 καὶ ἐῤῥέθη αὐταῖς ἵνα μὴ αδικήσωσιν τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον εἰ μὴ τοὺς ἀνθρώπους μόνους οἵτινες οὐκ ἔχουσιν τὴν σφραγῖδα τοῦ θεοῦ ἐπὶ τῶν μετώπων αὐτῶν
TR1550 5 καὶ ἐδόθη αὐταῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς ἀλλ᾽ ἵνα βασανισθῶσιν μῆνας πέντε καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου ὅταν παίσῃ ἄνθρωπον
TR1550 6 καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐχ εὑρήσουσιν αὐτόν καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν καὶ φεύξεται ὁ θάνατος ἀπ᾽ αὐτῶν
TR1550 7 καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ὅμοιοι χρυσῷ καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων
TR1550 8 καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν
TR1550 9 καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον
TR1550 10 καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα ἦν ἐν ταῖς οὐραῖς αὐτῶν καὶ ἡ ἐξουσία αὐτῶν ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε
TR1550 11 καὶ ἔχουσιν ἐφ᾽ αὐτῶν βασιλέα τὸν ἄγγελον τῆς ἀβύσσου ὄνομα αὐτῷ Ἑβραϊστὶ ἀβαδδὼν καὶ ἐν τῇ Ἑλληνικῇ ὄνομα ἔχει ἀπολλύων
TR1550 12 ἡ οὐαὶ ἡ μία ἀπῆλθεν ἰδού ἔρχονται ἔτι δύο οὐαὶ μετὰ ταῦτα
TR1550 13 καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν τεσσάρων κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ
TR1550 14 λέγουσαν τῷ ἕκτῳ ἀγγέλῳ ὅς εἴχε τὴν σάλπιγγα λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ εὐφράτῃ
TR1550 15 καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων
TR1550 16 καὶ ὁ ἀριθμὸς στρατευμάτων τοῦ ἱππικοῦ δύο μυριάδες μυριάδων καὶ ἤκουσα τὸν ἀριθμὸν αὐτῶν
TR1550 17 καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθημένους ἐπ᾽ αὐτῶν ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον
TR1550 18 ὑπὸ τῶν τριῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων ἐκ τοῦ πυρὸς καὶ ἐκ τοῦ καπνοῦ καὶ ἐκ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν
TR1550 19 αἱ γὰρ ἐξουσίαι αὐτῶν ἐν τῷ στόματι αὐτῶν εἰσιν αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ὄφεσιν ἔχουσαι κεφαλάς καὶ ἐν αὐταῖς ἀδικοῦσιν
TR1550 20 καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις οὔτε μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν ἵνα μὴ προσκυνήσωσιν τὰ δαιμόνια καὶ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα ἃ οὔτε βλέπειν δύναται οὔτε ἀκούειν οὔτε περιπατεῖν
TR1550 21 καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν φαρμακειῶν αὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν
TR1550 1 καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ περιβεβλημένον νεφέλην καὶ ἶρις ἐπὶ τῆς κεφαλῆς καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός
TR1550 2 καὶ εἴχεν ἐν τῇ χειρὶ αὐτοῦ βιβλαρίδιον ἀνεῳγμένον καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τὴν θάλασσαν τὸν δὲ εὐώνυμον ἐπὶ τὴν γῆν
TR1550 3 καὶ ἔκραξεν φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται καὶ ὅτε ἔκραξεν ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς
TR1550 4 καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί τὰς φωνὰς ἑαυτῶν ἔμελλον γράφειν καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν μοι σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί καὶ μὴ ταὐτὰ γράψῃς
TR1550 5 καὶ ὁ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς ἦρεν τὴν χεῖρα αὐτοῦ εἰς τὸν οὐρανὸν
TR1550 6 καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ ὅτι χρόνος οὐκ ἔσται έτι
TR1550 7 ἀλλὰ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου ὅταν μέλλῃ σαλπίζειν καὶ τελεσθῇ τὸ μυστήριον τοῦ θεοῦ ὡς εὐηγγέλισεν τοῖς ἑαυτοῦ δούλοις τοῖς προφήταις
TR1550 8 καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ πάλιν λαλοῦσα μετ᾽ ἐμοῦ καὶ λέγουσα Ὕπαγε λάβε τὸ βιβλαρίδιον τὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς
TR1550 9 καὶ ἀπῆλθον πρὸς τὸν ἄγγελον λέγων αὐτῷ δός μοι τὸ βιβλαρίδιον καὶ λέγει μοι λάβε καὶ κατάφαγε αὐτό καὶ πικρανεῖ σου τὴν κοιλίαν ἀλλ᾽ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι
TR1550 10 καὶ ἔλαβον τὸ βιβλαρίδιον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ καὶ ὅτε ἔφαγον αὐτό ἐπικράνθη ἡ κοιλία μου
TR1550 11 καὶ λέγει μοι δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς
TR1550 1 καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ λέγων ἕγειραι καὶ μέτρησον τὸν ναὸν τοῦ θεοῦ καὶ τὸ θυσιαστήριον καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ
TR1550 2 καὶ τὴν αὐλὴν τὴν ἔσωθεν τοῦ ναοῦ ἔκβαλε ἔξω καὶ μὴ αὐτὴν μετρήσῃς ὅτι ἐδόθη τοῖς ἔθνεσιν καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσιν μῆνας τεσσαράκοντα δύο
TR1550 3 καὶ δώσω τοῖς δυσὶν μάρτυσίν μου καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα περιβεβλημένοι σάκκους
TR1550 4 οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ φεοῦ τῆς γῆς ἑστῶσαι
TR1550 5 καὶ εἴ τις αὐτοὺς θέλῃ ἀδικῆσαι πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν καὶ εἴ τις αὐτοὺς θέλῃ ἀδικῆσαι οὕτως δεῖ αὐτὸν ἀποκτανθῆναι
TR1550 6 οὗτοι ἔχουσιν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν ἵνα μὴ βρέχῃ ὑετὸς ἐν ἡμέραις αὐτῶν τῆς προφητείας καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆν πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσιν
TR1550 7 καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει πόλεμον μετ᾽ αὐτῶν καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς
TR1550 8 καὶ τὰ πτῶματα αὐτῶν ἐπὶ τῆς πλατείας πόλεως τῆς μεγάλης ἥτις καλεῖται πνευματικῶς σόδομα καὶ αἴγυπτος ὅπου καὶ ὁ κύριος ἡμῶν ἐσταυρώθη
TR1550 9 καὶ βλέψουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὰ πτώματα αὐτῶν ἡμέρας τρεῖς καὶ ἥμισυ καὶ τὰ πτῶματα αὐτῶν οὐκ ἀφήσουσιν τεθῆναι εἰς μνῆματα
TR1550 10 καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χάρουσιν ἐπ᾽ αὐτοῖς καὶ εὐφρανθήσονται καὶ δῶρα πέμψουσιν ἀλλήλοις ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς
TR1550 11 καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ πνεῦμα ζωῆς ἐκ τοῦ θεοῦ εἰσῆλθεν ἐπ᾽ αὐτούς καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν καὶ φόβος μέγας ἔπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς
TR1550 12 καὶ ἤκουσαν φωνὴν μεγάλην ἐκ τοῦ οὐρανοῦ λέγουσαν αὐτοῖς ἀνάβητε ὧδε καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν
TR1550 13 καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐγένετο σεισμὸς μέγας καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσεν καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ θεῷ τοῦ οὐρανοῦ
TR1550 14 ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν ἰδού ἡ οὐαὶ ἡ τρίτη ἔρχεται ταχύ
TR1550 15 καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ λέγουσαι ἐγένοντο αἱ βασιλεῖαι τοῦ κόσμου τοῦ κυρίου ἡμῶν καὶ τοῦ χριστοῦ αὐτοῦ καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων
TR1550 16 καὶ οἱ εἴκοσι καὶ τέσσαρες πρεσβύτεροι οἱ ἐνώπιον τοῦ θεοῦ καθήμενοι ἐπὶ τοὺς θρόνους αὐτῶν ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ
TR1550 17 λέγοντες εὐχαριστοῦμέν σοι κύριε ὁ θεὸς ὁ παντοκράτωρ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας
TR1550 18 καὶ τὰ ἔθνη ὠργίσθησαν καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου τοῖς μικροῖς καὶ τοῖς μεγάλοις καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν
TR1550 19 καὶ ἠνοίγη ὁ ναὸς τοῦ θεοῦ ἐν τῷ οὐρανῷ καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ σεισμὸς καὶ χάλαζα μεγάλη
TR1550 1 καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ γυνὴ περιβεβλημένη τὸν ἥλιον καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα
TR1550 2 καὶ ἐν γαστρὶ ἔχουσα κράζει ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν
TR1550 3 καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ καὶ ἰδού δράκων μέγας πυῤῥός ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ διαδήματα ἑπτὰ
TR1550 4 καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ
TR1550 5 καὶ ἔτεκεν υἱόν ἄῤῥενα ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ τὸν θρόνον αὐτοῦ
TR1550 6 καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον ὅπου ἔχει τόπον ἡτοιμασμένον ἀπὸ τοῦ θεοῦ ἵνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα
TR1550 7 καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ ὁ μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ ἐπολέμησαν κατὰ τοῦ δράκοντος καὶ ὁ δράκων ἐπολέμησεν καὶ οἱ ἄγγελοι αὐτοῦ
TR1550 8 καὶ οὐκ ἴσχυσαν οὐτὲ τόπος εὑρέθη αὐτῶν ἔτι ἐν τῷ οὐρανῷ
TR1550 9 καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας ὁ ὄφις ὁ ἀρχαῖος ὁ καλούμενος διάβολος καὶ ὁ σατανᾶς ὁ πλανῶν τὴν οἰκουμένην ὅλην ἐβλήθη εἰς τὴν γῆν καὶ οἱ ἄγγελοι αὐτοῦ μετ᾽ αὐτοῦ ἐβλήθησαν
TR1550 10 καὶ ἤκουσα φωνὴν μεγάλην λέγουσαν ἐν τῷ οὐρανῷ ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ χριστοῦ αὐτοῦ ὅτι κατἐβλήθη ὁ κατήγορος τῶν ἀδελφῶν ἡμῶν ὁ κατηγορῶν αυτῶν ἐνώπιον τοῦ θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός
TR1550 11 καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου
TR1550 12 διὰ τοῦτο εὐφραίνεσθε οἱ οὐρανοὶ καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες οὐαὶ τοῖς κατοικοῦσιν τὴν γῆν καὶ τὴν θάλασσαν ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς ἔχων θυμὸν μέγαν εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει
TR1550 13 καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν ἐδίωξεν τὴν γυναῖκα ἥτις ἔτεκεν τὸν ἄῤῥενα
TR1550 14 καὶ ἐδόθησαν τῇ γυναικὶ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς ὅπου τρέφεται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως
TR1550 15 καὶ ἔβαλεν ὁ ὄφις ὀπίσω τῆς γυναικὸς ἐκ τοῦ στόματος αὐτοῦ ὕδωρ ὡς ποταμόν ἵνα ταὐτὴν ποταμοφόρητον ποιήσῃ
TR1550 16 καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιεν τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ
TR1550 17 καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί καὶ ἀπῆλθεν ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς τῶν τηρούντων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν τοῦ ἰησοῦ χριστοῦ
TR1550 1 καὶ ἐστάθην ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον ἔχον κεφαλὰς ἑπτά καὶ κέρατα δέκα καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ὀνόμα βλασφημίας
TR1550 2 καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκτου καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην
TR1550 3 καὶ εἶδον μίαν τῶν κεφαλῶν αὐτοῦ ὡς ἐσφαγμένην εἰς θάνατον καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη καὶ ἐθαυμάσθη ἕν ὅλη τῇ γῆ ὀπίσω τοῦ θηρίου
TR1550 4 καὶ προσεκύνησαν τόν δράκοντα ὅς ἔδωκεν ἐξουσίαν τῷ θηρίῳ καὶ προσεκύνησαν τὸ θηρίον λέγοντες τίς ὅμοιος τῷ θηρίῳ τίς δύναται πολεμῆσαι μετ᾽ αὐτοῦ
TR1550 5 καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίας καὶ ἐδόθη αὐτῷ ἐξουσία ποιῆσαι μῆνας τεσσαράκοντα δύο
TR1550 6 καὶ ἤνοιξεν τὸ στόμα αὐτοῦ εἰς βλασφημίαν πρὸς τὸν θεόν βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ καὶ τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας
TR1550 7 καὶ ἐδόθη αὐτῷ πόλεμον ποιῆσαι μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ γλῶσσαν καὶ ἔθνος
TR1550 8 καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς ὧν οὗ γέγραπται τὰ ὄνοματα ἐν τῇ βίβλῳ τῆς ζωῆς τοῦ ἀρνίου ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου
TR1550 9 εἴ τις ἔχει οὖς ἀκουσάτω
TR1550 10 εἴ τις αἰχμαλωσίαν συνάγει εἰς αἰχμαλωσίαν ὑπάγει εἴ τις ἐν μαχαίρᾳ ἀποκτενει δεῖ αὐτὸν ἐν μαχαίρᾳ ἀποκτανθῆναι Ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων
TR1550 11 καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς καὶ εἶχεν κέρατα δύο ὅμοια ἀρνίῳ καὶ ἐλάλει ὡς δράκων
TR1550 12 καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ καὶ ποιεῖ τὴν γῆν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ ἵνα προσκυνήσωσιν τὸ θηρίον τὸ πρῶτον οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ
TR1550 13 καὶ ποιεῖ σημεῖα μεγάλα ἵνα καὶ πῦρ ποιῇ καταβαίνειν ἐκ τοῦ οὐρανοῦ εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων
TR1550 14 καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ ὃ ἔχει τὴν πληγὴν τῆς μαχαίρας καὶ ἔζησεν
TR1550 15 καὶ ἐδόθη αὐτῷ δοῦναι πνεῦμα τῇ εἰκόνι τοῦ θηρίου ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ ὅσοι ἂν μὴ προσκυνήσωσιν τὴν εἰκόνα τοῦ θηρίου ἵνα ἀποκτανθῶσιν
TR1550 16 καὶ ποιεῖ πάντας τοὺς μικροὺς καὶ τοὺς μεγάλους καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους ἵνα δώσῃ αὐτοῖς χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τῶν μέτωπων αὐτῶν
TR1550 17 καὶ ἵνα μή τις δύνηται ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα ἢ τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ
TR1550 18 ὧδε ἡ σοφία ἐστίν ὁ ἔχων τὸν νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν καὶ ὁ ἀριθμὸς αὐτοῦ χξς
TR1550 1 καὶ εἶδον καὶ ἰδού ἀρνίον ἑστηκὸς ἐπὶ τὸ ὄρος σιών καὶ μετ᾽ αὐτοῦ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν
TR1550 2 καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης καὶ φωνὴν ἤκουσα κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν
TR1550 3 καὶ ᾄδουσιν ὡς ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων καὶ οὐδεὶς ἠδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς
TR1550 4 οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν παρθένοι γάρ εἰσιν οὗτοι εἰσιν οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγῃ οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ
TR1550 5 καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη δόλος ἄμωμοί γάρ εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ
TR1550 6 καὶ εἶδον ἄλλον ἄγγελον πετώμενον ἐν μεσουρανήματι ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς καὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν
TR1550 7 λέγοντα ἐν φωνῇ μεγάλῃ φοβήθητε τὸν θεὸν καὶ δότε αὐτῷ δόξαν ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ καὶ προσκυνήσατε τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ θάλασσαν καὶ πηγὰς ὑδάτων
TR1550 8 καὶ ἄλλος ἄγγελος ἠκολούθησεν λέγων ἕπεσεν ἔπεσεν βαβυλὼν ἡ πόλις ἣ μεγάλη ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα ἔθνη
TR1550 9 καὶ τρίτος ἄγγελος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλῃ εἴ τις τὸ θηρίον προσκυνεῖ καὶ τὴν εἰκόνα αὐτοῦ καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ
TR1550 10 καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον τῶν ἁγίων ἀγγέλων καὶ ἐνώπιον τοῦ ἀρνίου
TR1550 11 καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν ἀναβαίνει εἰς αἰῶνας αἰώνων καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτός οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ
TR1550 12 ὧδε ὑπομονὴ τῶν ἁγίων ἐστίν ὧδε οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν ἰησοῦ
TR1550 13 καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης μοι γράψον μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνῄσκοντες ἀπαρτί ναί λέγει τὸ πνεῦμα ἵνα ἀναπαύσωνται ἐκ τῶν κόπων αὐτῶν τὰ δὲ ἔργα αὐτῶν ἀκολουθεῖ μετ᾽ αὐτῶν
TR1550 14 καὶ εἶδον καὶ ἰδού νεφέλη λευκή καὶ ἐπὶ τὴν νεφέλην καθήμενος ὅμοιος υιῷ ἀνθρώπου ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ
TR1550 15 καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ κράζων ἐν μεγάλῃ φωνῇ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης πέμψον τὸ δρέπανόν σου καὶ θέρισον ὅτι ἦλθεν σοι ἡ ὥρα τοῦ θερίσαι ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς
TR1550 16 καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τὴν νεφέλην τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ ἐθερίσθη ἡ γῆ
TR1550 17 καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ
TR1550 18 καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ θυσιαστηρίου ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός καὶ ἐφώνησεν κραυγῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς γῆς ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς
TR1550 19 καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὴν μέγαλην
TR1550 20 καὶ ἐπατήθη ἡ ληνὸς ἔξω τῆς πόλεως καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων
TR1550 1 καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ θεοῦ
TR1550 2 καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ χαράγματος αὐτοῦ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην ἔχοντας κιθάρας τοῦ θεοῦ
TR1550 3 καὶ ᾄδουσιν τὴν ᾠδὴν μωσέως δούλου τοῦ θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου κύριε ὁ θεὸς ὁ παντοκράτωρ δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου ὁ βασιλεὺς τῶν ἁγίων
TR1550 4 τίς οὐ μὴ φοβηθῇ σε κύριε καὶ δοξάσῃ τὸ ὄνομά σου ὅτι μόνος ὅσιος ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν
TR1550 5 καὶ μετὰ ταῦτα εἶδον καὶ ἰδού ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ
TR1550 6 καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ ἐνδεδυμένοι λίνον καθαρὸν καὶ λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς
TR1550 7 καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων
TR1550 8 καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ καὶ οὐδεὶς ἠδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων
TR1550 1 καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις ὑπάγετε καὶ ἐκχέατε τὰς φιάλας τοῦ θυμοῦ τοῦ θεοῦ εἰς τὴν γῆν
TR1550 2 καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὴν γῆν καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν εἰς τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς τῇ εἰκόνι αὐτοῦ προσκυνοῦντας
TR1550 3 καὶ ὁ δεύτερος ἄγγελος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν καὶ ἐγένετο αἷμα ὡς νεκροῦ καὶ πᾶσα ψυχὴ ζῶσα ἀπέθανεν ἐν τῇ θαλάσσῃ
TR1550 4 καὶ ὁ τρίτος ἄγγελος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ εἰς τὰς πηγὰς τῶν ὑδάτων καὶ ἐγένετο αἷμα
TR1550 5 καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος δίκαιος κύριε εἶ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ὅσιος ὅτι ταῦτα ἔκρινας
TR1550 6 ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν καὶ αἷμα αὐτοῖς έδωκας πιεῖν ἄξιοί γάρ εἰσιν
TR1550 7 καὶ ἤκουσα ἄλλου ἐκ τοῦ θυσιαστηρίου λέγοντος ναί κύριε ὁ θεὸς ὁ παντοκράτωρ ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου
TR1550 8 καὶ ὁ τέταρτος ἄγγελος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον καὶ ἐδόθη αὐτῷ καυματίσαι τοὺς ἀνθρώπους ἐν πυρί
TR1550 9 καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα καὶ ἐβλασφήμησαν τὸ ὄνομα τοῦ θεοῦ τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν
TR1550 10 καὶ ὁ πέμπτος ἄγγελος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη καὶ ἐμασσῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου
TR1550 11 καὶ ἐβλασφήμησαν τὸν θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν
TR1550 12 καὶ ὁ ἕκτος ἄγγελος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν τὸν εὐφράτην καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῶν ἡλίου
TR1550 13 καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα τρία ἀκάθαρτα ὁμοία βατράχοις
TR1550 14 εἰσὶν γὰρ πνεύματα δαιμόνων ποιοῦντα σημεῖα ἐκπορεύεσθαι ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τῆς οἰκουμένης ὅλης συναγαγεῖν αὐτοὺς εἰς πόλεμον τῆς ἡμέρας ἐκείνης τῆς μεγάλης τοῦ θεοῦ τοῦ παντοκράτορος
TR1550 15 ἰδού ἔρχομαι ὡς κλέπτης μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ
TR1550 16 καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον ἑβραϊστὶ ἁρμαγεδδών
TR1550 17 καὶ ὁ ἕβδομος ἄγγελος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὸν ἀέρα καὶ ἐξῆλθεν φωνὴ μεγάλη ἀπὸ τοῦ ναοῦ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θρόνου λέγουσα γέγονεν
TR1550 18 καὶ ἐγένοντο φωναὶ καὶ βρονταί καὶ ἀστραπαὶ καὶ σεισμὸς ἐγένετο μέγας οἷος οὐκ ἐγένετο ἀφ᾽ οὗ οἱ ἄνθρωποι ἐγένοντο ἐπὶ τῆς γῆς τηλικοῦτος σεισμὸς οὕτως μέγας
TR1550 19 καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσον καὶ βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ
TR1550 20 καὶ πᾶσα νῆσος ἔφυγεν καὶ ὄρη οὐχ εὑρέθησαν
TR1550 21 καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées