Lueur.org - Un éclairage sur la foi

Comparer

Colossiens 2

TR1550 1 θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν καὶ τῶν ἐν λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑωράκασιν τὸ πρόσωπόν μου ἐν σαρκί

TR1550 2 ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν συμβιβασθέντων ἐν ἀγάπῃ καὶ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ καὶ πατρὸς καὶ τοῦ χριστοῦ

TR1550 3 ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι

TR1550 4 τοῦτο δὲ λέγω ἵνα μη τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ

TR1550 5 εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς χριστὸν πίστεως ὑμῶν

TR1550 6 ὡς οὖν παρελάβετε τὸν χριστὸν ἰησοῦν τὸν κύριον ἐν αὐτῷ περιπατεῖτε

TR1550 7 ἐῤῥιζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ βεβαιούμενοι ἐν τῇ πίστει καθὼς ἐδιδάχθητε περισσεύοντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ

TR1550 8 βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ χριστόν

TR1550 9 ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς

TR1550 10 καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας

TR1550 11 ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός ἐν τῇ περιτομῇ τοῦ χριστοῦ

TR1550 12 συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν

TR1550 13 καὶ ὑμᾶς νεκροὺς ὄντας ἐν τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν συνεζωποίησεν σὺν αὐτῷ χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα

TR1550 14 ἐξαλείψας τὸ καθ᾽ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν ὃ ἦν ὑπεναντίον ἡμῖν καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ

TR1550 15 ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παῤῥησίᾳ θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ

TR1550 16 μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων

TR1550 17 ἅ ἐστιν σκιὰ τῶν μελλόντων τὸ δὲ σῶμα τοῦ χριστοῦ

TR1550 18 μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων ἃ μὴ ἑώρακεν ἐμβατεύων εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ

TR1550 19 καὶ οὐ κρατῶν τὴν κεφαλήν ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ

TR1550 20 εἰ οὖν ἀπεθάνετε σὺν τῷ χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε

TR1550 21 μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς

TR1550 22 ἅ ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων

TR1550 23 ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκεία καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées