Lueur.org - Un éclairage sur la foi

Comparer

Galates 1:10-24

TR1550 10 ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν θεόν ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν εἰ γὰρ ἔτι ἀνθρώποις ἤρεσκον χριστοῦ δοῦλος οὐκ ἂν ἤμην

TR1550 11 γνωρίζω δὲ ὑμῖν ἀδελφοί τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾽ ἐμοῦ ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον

TR1550 12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό οὔτε ἐδιδάχθην ἀλλὰ δι᾽ ἀποκαλύψεως ἰησοῦ χριστοῦ

TR1550 13 ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ ἰουδαϊσμῷ ὅτι καθ᾽ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἐπόρθουν αὐτήν

TR1550 14 καὶ προέκοπτον ἐν τῷ ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων

TR1550 15 ὅτε δὲ εὐδόκησεν ὁ θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ

TR1550 16 ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι

TR1550 17 οὐδὲ ἀνῆλθον εἰς ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους ἀλλ᾽ ἀπῆλθον εἰς ἀραβίαν καὶ πάλιν ὑπέστρεψα εἰς δαμασκόν

TR1550 18 ἕπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς ἱεροσόλυμα ἱστορῆσαι πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε

TR1550 19 ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου

TR1550 20 ἃ δὲ γράφω ὑμῖν ἰδού, ἐνώπιον τοῦ θεοῦ ὅτι οὐ ψεύδομαι

TR1550 21 ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς συρίας καὶ τῆς κιλικίας

TR1550 22 ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς ἰουδαίας ταῖς ἐν χριστῷ

TR1550 23 μόνον δὲ ἀκούοντες ἦσαν ὅτι ὁ διώκων ἡμᾶς ποτε νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει

TR1550 24 καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν θεόν

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées