Lueur.org - Un éclairage sur la foi

Comparer

Galates 2

TR1550 1 ἕπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς ἱεροσόλυμα μετὰ βαρναβᾶ συμπαραλαβὼν καὶ τίτον

TR1550 2 ἀνέβην δὲ κατὰ ἀποκάλυψιν καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσιν κατ᾽ ἰδίαν δὲ τοῖς δοκοῦσιν μήπως εἰς κενὸν τρέχω ἢ ἔδραμον

TR1550 3 ἀλλ᾽ οὐδὲ τίτος ὁ σὺν ἐμοί ἕλλην ὤν ἠναγκάσθη περιτμηθῆναι

TR1550 4 διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν χριστῷ ἰησοῦ ἵνα ἡμᾶς καταδουλώσωνται

TR1550 5 οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς

TR1550 6 ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει πρόσωπον θεὸς ἀνθρώπου οὐ λαμβάνει ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο

TR1550 7 ἀλλὰ τοὐναντίον ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας καθὼς πέτρος τῆς περιτομῆς

TR1550 8 ὁ γὰρ ἐνεργήσας πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη

TR1550 9 καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι ἰάκωβος καὶ κηφᾶς καὶ ἰωάννης οἱ δοκοῦντες στῦλοι εἶναι δεξιὰς ἔδωκαν ἐμοὶ καὶ βαρναβᾷ κοινωνίας ἵνα ἡμεῖς εἰς τὰ ἔθνη αὐτοὶ δὲ εἰς τὴν περιτομήν

TR1550 10 μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι

TR1550 11 ὅτε δὲ ἦλθεν πέτρος εἰς ἀντιόχειαν κατὰ πρόσωπον αὐτῷ ἀντέστην ὅτι κατεγνωσμένος ἦν

TR1550 12 πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ ἰακώβου μετὰ τῶν ἐθνῶν συνήσθιεν ὅτε δὲ ἦλθον ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτόν φοβούμενος τοὺς ἐκ περιτομῆς

TR1550 13 καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ ἰουδαῖοι ὥστε καὶ βαρναβᾶς συναπήχθη αὐτῶν τῇ ὑποκρίσει

TR1550 14 ἀλλ᾽ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου εἶπον τῷ πέτρῳ ἔμπροσθεν πάντων Εἰ σὺ ἰουδαῖος ὑπάρχων ἐθνικῶς ζῇς καὶ οὐκ ἰουδαϊκῶς τί τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν

TR1550 15 ἡμεῖς φύσει ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί

TR1550 16 εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως ἰησοῦ χριστοῦ καὶ ἡμεῖς εἰς χριστὸν ἰησοῦν ἐπιστεύσαμεν ἵνα δικαιωθῶμεν ἐκ πίστεως χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ

TR1550 17 εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί ἆρα χριστὸς ἁμαρτίας διάκονος μὴ γένοιτο

TR1550 18 εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ παραβάτην ἐμαυτὸν συνίστημι

TR1550 19 ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον ἵνα θεῷ ζήσω

TR1550 20 χριστῷ συνεσταύρωμαι ζῶ δὲ οὐκέτι ἐγώ ζῇ δὲ ἐν ἐμοὶ χριστός ὃ δὲ νῦν ζῶ ἐν σαρκί ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ

TR1550 21 οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ εἰ γὰρ διὰ νόμου δικαιοσύνη ἄρα χριστὸς δωρεὰν ἀπέθανεν

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées