Lueur.org - Un éclairage sur la foi

Comparer

Galates 5:13-26

TR1550 13 Ὑμεῖς γὰρ ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε ἀδελφοί μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις

TR1550 14 ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ ἀγαπήσεις τὸν πλησίον σου ὡς εαυτόν

TR1550 15 εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε βλέπετε μὴ ὑπό ἀλλήλων ἀναλωθῆτε

TR1550 16 λέγω δέ πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε

TR1550 17 ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός ταῦτα δὲ ἀντίκειται ἀλλήλοις ἵνα μὴ ἃ ἂν θέλητε ταῦτα ποιῆτε

TR1550 18 εἰ δὲ πνεύματι ἄγεσθε οὐκ ἐστὲ ὑπὸ νόμον

TR1550 19 φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός ἅτινά ἐστιν μοιχεία, πορνεία ἀκαθαρσία ἀσέλγεια

TR1550 20 εἰδωλολατρεία φαρμακεία ἔχθραι ἔρεις, ζῆλοι, θυμοί ἐριθείαι διχοστασίαι αἱρέσεις

TR1550 21 φθόνοι φόνοι, μέθαι κῶμοι καὶ τὰ ὅμοια τούτοις ἃ προλέγω ὑμῖν καθὼς καὶ προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν

TR1550 22 ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη χαρά εἰρήνη μακροθυμία χρηστότης ἀγαθωσύνη πίστις

TR1550 23 πρᾳότης, ἐγκράτεια κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος

TR1550 24 οἱ δὲ τοῦ χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις

TR1550 25 εἰ ζῶμεν πνεύματι πνεύματι καὶ στοιχῶμεν

TR1550 26 μὴ γινώμεθα κενόδοξοι ἀλλήλους προκαλούμενοι ἀλλήλοις φθονοῦντες

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées