Comparer
Galates 5KJV 1 Stand fast therefore in the liberty wherewith Christ hath made us free, and be not entangled again with the yoke of bondage.
TR1550 1 τῇ ἐλευθερίᾳ οὖν ᾖ χριστὸς ἡμᾶς ἠλευθέρωσεν στήκετε καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε
KJV 2 Behold, I Paul say unto you, that if ye be circumcised, Christ shall profit you nothing.
TR1550 2 ἴδε ἐγὼ παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει
KJV 3 For I testify again to every man that is circumcised, that he is a debtor to do the whole law.
TR1550 3 μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι
KJV 4 Christ is become of no effect unto you, whosoever of you are justified by the law; ye are fallen from grace.
TR1550 4 κατηργήθητε ἀπὸ τοῦ χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε τῆς χάριτος ἐξεπέσατε
KJV 5 For we through the Spirit wait for the hope of righteousness by faith.
TR1550 5 ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα
KJV 6 For in Jesus Christ neither circumcision availeth any thing, nor uncircumcision; but faith which worketh by love.
TR1550 6 ἐν γὰρ χριστῷ ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη
KJV 7 Ye did run well; who did hinder you that ye should not obey the truth?
TR1550 7 ἐτρέχετε καλῶς τίς ὑμᾶς ἀνέκοψεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι
KJV 8 This persuasion cometh not of him that calleth you.
TR1550 8 ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς
KJV 9 A little leaven leaveneth the whole lump.
TR1550 9 μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ
KJV 10 I have confidence in you through the Lord, that ye will be none otherwise minded: but he that troubleth you shall bear his judgment, whosoever he be.
TR1550 10 ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα ὅστις ἂν ᾖ
KJV 11 And I, brethren, if I yet preach circumcision, why do I yet suffer persecution? then is the offence of the cross ceased.
TR1550 11 ἐγὼ δέ ἀδελφοί εἰ περιτομὴν ἔτι κηρύσσω τί ἔτι διώκομαι ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ
KJV 12 I would they were even cut off which trouble you.
TR1550 12 ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς
KJV 13 For, brethren, ye have been called unto liberty; only use not liberty for an occasion to the flesh, but by love serve one another.
TR1550 13 Ὑμεῖς γὰρ ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε ἀδελφοί μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις
KJV 14 For all the law is fulfilled in one word, even in this; Thou shalt love thy neighbour as thyself.
TR1550 14 ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ ἀγαπήσεις τὸν πλησίον σου ὡς εαυτόν
KJV 15 But if ye bite and devour one another, take heed that ye be not consumed one of another.
TR1550 15 εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε βλέπετε μὴ ὑπό ἀλλήλων ἀναλωθῆτε
KJV 16 This I say then, Walk in the Spirit, and ye shall not fulfil the lust of the flesh.
TR1550 16 λέγω δέ πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε
KJV 17 For the flesh lusteth against the Spirit, and the Spirit against the flesh: and these are contrary the one to the other: so that ye cannot do the things that ye would.
TR1550 17 ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός ταῦτα δὲ ἀντίκειται ἀλλήλοις ἵνα μὴ ἃ ἂν θέλητε ταῦτα ποιῆτε
KJV 18 But if ye be led of the Spirit, ye are not under the law.
TR1550 18 εἰ δὲ πνεύματι ἄγεσθε οὐκ ἐστὲ ὑπὸ νόμον
KJV 19 Now the works of the flesh are manifest, which are these; Adultery, fornication, uncleanness, lasciviousness,
TR1550 19 φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός ἅτινά ἐστιν μοιχεία, πορνεία ἀκαθαρσία ἀσέλγεια
KJV 20 Idolatry, witchcraft, hatred, variance, emulations, wrath, strife, seditions, heresies,
TR1550 20 εἰδωλολατρεία φαρμακεία ἔχθραι ἔρεις, ζῆλοι, θυμοί ἐριθείαι διχοστασίαι αἱρέσεις
KJV 21 Envyings, murders, drunkenness, revellings, and such like: of the which I tell you before, as I have also told you in time past, that they which do such things shall not inherit the kingdom of God.
TR1550 21 φθόνοι φόνοι, μέθαι κῶμοι καὶ τὰ ὅμοια τούτοις ἃ προλέγω ὑμῖν καθὼς καὶ προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν
KJV 22 But the fruit of the Spirit is love, joy, peace, longsuffering, gentleness, goodness, faith,
TR1550 22 ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη χαρά εἰρήνη μακροθυμία χρηστότης ἀγαθωσύνη πίστις
KJV 23 Meekness, temperance: against such there is no law.
TR1550 23 πρᾳότης, ἐγκράτεια κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος
KJV 24 And they that are Christ's have crucified the flesh with the affections and lusts.
TR1550 24 οἱ δὲ τοῦ χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις
KJV 25 If we live in the Spirit, let us also walk in the Spirit.
TR1550 25 εἰ ζῶμεν πνεύματι πνεύματι καὶ στοιχῶμεν
KJV 26 Let us not be desirous of vain glory, provoking one another, envying one another.
TR1550 26 μὴ γινώμεθα κενόδοξοι ἀλλήλους προκαλούμενοι ἀλλήλοις φθονοῦντες
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées