Lueur.org - Un éclairage sur la foi

Comparer

Galates 6

TR1550 1 ἀδελφοί ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν μὴ καὶ σὺ πειρασθῇς

TR1550 2 ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ χριστοῦ

TR1550 3 εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν ἑαυτόν φρεναπατᾷ

TR1550 4 τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον

TR1550 5 ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει

TR1550 6 κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς

TR1550 7 Μὴ πλανᾶσθε θεὸς οὐ μυκτηρίζεται ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος τοῦτο καὶ θερίσει

TR1550 8 ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον

TR1550 9 τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι

TR1550 10 ἄρα οὖν ὡς καιρὸν ἔχομεν ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως

TR1550 11 ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί

TR1550 12 ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ χριστοῦ διώκωνται

TR1550 13 οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται

TR1550 14 ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ

TR1550 15 ἐν γὰρ χριστῷ ἰησοῦ οὔτε περιτομή τί ἰσχύει, οὔτε ἀκροβυστία ἀλλὰ καινὴ κτίσις

TR1550 16 καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν εἰρήνη ἐπ᾽ αὐτοὺς καὶ ἔλεος καὶ ἐπὶ τὸν ἰσραὴλ τοῦ θεοῦ

TR1550 17 τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω ἐγὼ γὰρ τὰ στίγματα τοῦ κυριοῦ ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω

TR1550 18 ἡ χάρις τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν ἀδελφοί ἀμήν πρός γαλάτας ἐγράφη ἀπό ῥώμης

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées