Lueur.org - Un éclairage sur la foi

Comparer

Hébreux 1

KJV 1 God, who at sundry times and in divers manners spake in time past unto the fathers by the prophets,

TR1550 1 πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις

KJV 2 Hath in these last days spoken unto us by his Son, whom he hath appointed heir of all things, by whom also he made the worlds;

TR1550 2 ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ ὃν ἔθηκεν κληρονόμον πάντων δι᾽ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν

KJV 3 Who being the brightness of his glory, and the express image of his person, and upholding all things by the word of his power, when he had by himself purged our sins, sat down on the right hand of the Majesty on high:

TR1550 3 ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ δι᾽ εαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ημῶν ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς

KJV 4 Being made so much better than the angels, as he hath by inheritance obtained a more excellent name than they.

TR1550 4 τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ᾽ αὐτοὺς κεκληρονόμηκεν ὄνομα

KJV 5 For unto which of the angels said he at any time, Thou art my Son, this day have I begotten thee? And again, I will be to him a Father, and he shall be to me a Son?

TR1550 5 τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων υἱός μου εἶ σύ ἐγὼ σήμερον γεγέννηκά σε καὶ πάλιν ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν

KJV 6 And again, when he bringeth in the firstbegotten into the world, he saith, And let all the angels of God worship him.

TR1550 6 ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ

KJV 7 And of the angels he saith, Who maketh his angels spirits, and his ministers a flame of fire.

TR1550 7 καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα

KJV 8 But unto the Son he saith, Thy throne, O God, is for ever and ever: a sceptre of righteousness is the sceptre of thy kingdom.

TR1550 8 πρὸς δὲ τὸν υἱόν ὁ θρόνος σου ὁ θεός εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου

KJV 9 Thou hast loved righteousness, and hated iniquity; therefore God, even thy God, hath anointed thee with the oil of gladness above thy fellows.

TR1550 9 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν διὰ τοῦτο ἔχρισέν σε ὁ θεός ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου

KJV 10 And, Thou, Lord, in the beginning hast laid the foundation of the earth; and the heavens are the works of thine hands:

TR1550 10 καί σὺ κατ᾽ ἀρχάς κύριε τὴν γῆν ἐθεμελίωσας καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί

KJV 11 They shall perish; but thou remainest; and they all shall wax old as doth a garment;

TR1550 11 αὐτοὶ ἀπολοῦνται σὺ δὲ διαμένεις καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται

KJV 12 And as a vesture shalt thou fold them up, and they shall be changed: but thou art the same, and thy years shall not fail.

TR1550 12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς καὶ ἀλλαγήσονται σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν

KJV 13 But to which of the angels said he at any time, Sit on my right hand, until I make thine enemies thy footstool?

TR1550 13 πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου

KJV 14 Are they not all ministering spirits, sent forth to minister for them who shall be heirs of salvation?

TR1550 14 οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées