Lueur.org - Un éclairage sur la foi

Comparer

Hébreux 11

TR1550 1 ἕστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων ἔλεγχος οὐ βλεπομένων

TR1550 2 ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι

TR1550 3 πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ εἰς τὸ μὴ ἐκ φαινομένων τά βλεπόμενα γεγονέναι

TR1550 4 πίστει πλείονα θυσίαν ἅβελ παρὰ κάϊν προσήνεγκεν τῷ θεῷ δι᾽ ἡς ἐμαρτυρήθη εἶναι δίκαιος μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ θεοῦ καὶ δι᾽ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖται

TR1550 5 πίστει ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον καὶ οὐχ εὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ θεός πρὸ γὰρ τῆς μεταθέσεως αὐτοῦ μεμαρτύρηται εὐηρεστηκέναι τῷ θεῷ

TR1550 6 χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται

TR1550 7 πίστει χρηματισθεὶς νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ δι᾽ ἡς κατέκρινεν τὸν κόσμον καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος

TR1550 8 πίστει καλούμενος ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται

TR1550 9 πίστει παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν ἐν σκηναῖς κατοικήσας μετὰ ἰσαὰκ καὶ ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς

TR1550 10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν ἡς τεχνίτης καὶ δημιουργὸς ὁ θεός

TR1550 11 πίστει καὶ αὐτὴ σάῤῥα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκεν ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον

TR1550 12 διὸ καὶ ἀφ᾽ ἑνὸς ἐγεννήθησαν καὶ ταῦτα νενεκρωμένου καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡσεὶ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος

TR1550 13 κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες μὴ λαβόντες τὰς ἐπαγγελίας ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ πεισθέντες καὶ ἀσπασάμενοι καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς

TR1550 14 οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν

TR1550 15 καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ᾽ ἡς ἐξῆλθον εἶχον ἂν καιρὸν ἀνακάμψαι

TR1550 16 νυνὶ δὲ κρείττονος ὀρέγονται τουτέστιν ἐπουρανίου διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν

TR1550 17 πίστει προσενήνοχεν ἀβραὰμ τὸν ἰσαὰκ πειραζόμενος καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος

TR1550 18 πρὸς ὃν ἐλαλήθη ὅτι ἐν ἰσαὰκ κληθήσεταί σοι σπέρμα

TR1550 19 λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ θεός ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο

TR1550 20 πίστει περὶ μελλόντων εὐλόγησεν ἰσαὰκ τὸν ἰακὼβ καὶ τὸν ἠσαῦ

TR1550 21 πίστει ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν ἰωσὴφ εὐλόγησεν καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ

TR1550 22 πίστει ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν ἰσραὴλ ἐμνημόνευσεν καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο

TR1550 23 πίστει μωσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ διότι εἶδον ἀστεῖον τὸ παιδίον καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως

TR1550 24 πίστει μωσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς φαραώ

TR1550 25 μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν

TR1550 26 μείζονα πλοῦτον ἡγησάμενος τῶν ἐν αἰγύπτῳ θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ χριστοῦ ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν

TR1550 27 πίστει κατέλιπεν αἴγυπτον μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν

TR1550 28 πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν

TR1550 29 πίστει διέβησαν τὴν ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς ἡς πεῖραν λαβόντες οἱ αἰγύπτιοι κατεπόθησαν

TR1550 30 πίστει τὰ τείχη ἰεριχὼ ἔπεσεν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας

TR1550 31 πίστει ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν δεξαμένη τοὺς κατασκόπους μετ᾽ εἰρήνης

TR1550 32 καὶ τί ἔτι λέγω ἐπιλείψει γὰρ με διηγούμενον ὁ χρόνος περὶ γεδεών βαράκ τε καὶ σαμψών καὶ ἰεφθάε δαβίδ τε καὶ σαμουὴλ καὶ τῶν προφητῶν

TR1550 33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας εἰργάσαντο δικαιοσύνην ἐπέτυχον ἐπαγγελιῶν ἔφραξαν στόματα λεόντων

TR1550 34 ἔσβεσαν δύναμιν πυρός ἔφυγον στόματα μαχαίρας ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ παρεμβολὰς ἔκλιναν ἀλλοτρίων

TR1550 35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν ἄλλοι δὲ ἐτυμπανίσθησαν οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν ἵνα κρείττονος ἀναστάσεως τύχωσιν

TR1550 36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον ἔτι δὲ δεσμῶν καὶ φυλακῆς

TR1550 37 ἐλιθάσθησαν ἐπρίσθησαν ἐπειράσθησαν ἐν φόνῳ μαχαίρας ἀπέθανον περιῆλθον ἐν μηλωταῖς ἐν αἰγείοις δέρμασιν ὑστερούμενοι θλιβόμενοι κακουχούμενοι

TR1550 38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς

TR1550 39 καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν

TR1550 40 τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées