Lueur.org - Un éclairage sur la foi

Comparer

Hébreux 13

TR1550 1 ἡ φιλαδελφία μενέτω

TR1550 2 τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους

TR1550 3 μιμνῄσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι

TR1550 4 τίμιος ὁ γάμος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαντος πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός

TR1550 5 ἀφιλάργυρος ὁ τρόπος ἀρκούμενοι τοῖς παροῦσιν αὐτὸς γὰρ εἴρηκεν οὐ μή σε ἀνῶ οὐδ᾽ οὐ μή σε ἐγκαταλίπω

TR1550 6 ὥστε θαῤῥοῦντας ἡμᾶς λέγειν κύριος ἐμοὶ βοηθός καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος

TR1550 7 μνημονεύετε τῶν ἡγουμένων ὑμῶν οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν

TR1550 8 ἰησοῦς χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός καὶ εἰς τοὺς αἰῶνας

TR1550 9 διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ περιφέρεσθε καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν οὐ βρώμασιν ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες

TR1550 10 ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες

TR1550 11 ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς

TR1550 12 διὸ καὶ ἰησοῦς ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν ἔξω τῆς πύλης ἔπαθεν

TR1550 13 τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες

TR1550 14 οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν

TR1550 15 δι᾽ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διαπαντός τῷ θεῷ τουτέστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ

TR1550 16 τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός

TR1550 17 πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο

TR1550 18 προσεύχεσθε περὶ ἡμῶν πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι

TR1550 19 περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν

TR1550 20 ὁ δὲ θεὸς τῆς εἰρήνης ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου τὸν κύριον ἡμῶν ἰησοῦν

TR1550 21 καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ ἰησοῦ χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν

TR1550 22 παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν

TR1550 23 γινώσκετε τὸν ἀδελφὸν τιμόθεον ἀπολελυμένον μεθ᾽ οὗ ἐὰν τάχιον ἔρχηται ὄψομαι ὑμᾶς

TR1550 24 ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς ἰταλίας

TR1550 25 ἡ χάρις μετὰ πάντων ὑμῶν ἀμήν πρός ἑβραίους ἐγράφη ἀπό τῆς ἰταλίας διά τιμοθέου

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées