Lueur.org - Un éclairage sur la foi

Comparer

Hébreux 3

TR1550 1 ὅθεν ἀδελφοὶ ἅγιοι κλήσεως ἐπουρανίου μέτοχοι κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν χριστὸν ἰησοῦν

TR1550 2 πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ μωσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ

TR1550 3 πλείονος γὰρ δόξης οὗτος παρὰ μωσῆν ἠξίωται καθ᾽ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν

TR1550 4 πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος ὁ δὲ τὰ πάντα κατασκευάσας θεός

TR1550 5 καὶ μωσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων

TR1550 6 χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ οὗ οἶκός ἐσμεν ἡμεῖς ἐάνπερ τὴν παῤῥησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν

TR1550 7 διό καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε

TR1550 8 μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ

TR1550 9 οὗ ἐπείρασαν με οἱ πατέρες ὑμῶν ἐδοκιμασάν με καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη

TR1550 10 διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ καὶ εἶπον ἀεὶ πλανῶνται τῇ καρδίᾳ αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου

TR1550 11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου

TR1550 12 βλέπετε ἀδελφοί μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος

TR1550 13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾽ ἑκάστην ἡμέραν ἄχρις οὗ τὸ σήμερον καλεῖται ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας

TR1550 14 μέτοχοι γὰρ γεγόναμεν τοῦ χριστοῦ ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν

TR1550 15 ἐν τῷ λέγεσθαι σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ

TR1550 16 τίνες γὰρ ἀκούσαντες παρεπίκραναν ἀλλ᾽ οὐ πάντες οἱ ἐξελθόντες ἐξ αἰγύπτου διὰ μωσέως

TR1550 17 τίσιν δὲ προσώχθισεν τεσσαράκοντα ἔτη οὐχὶ τοῖς ἁμαρτήσασιν ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ

TR1550 18 τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν

TR1550 19 καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι᾽ ἀπιστίαν

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées