Lueur.org - Un éclairage sur la foi

Comparer

Hébreux 7

KJV 1 For this Melchisedec, king of Salem, priest of the most high God, who met Abraham returning from the slaughter of the kings, and blessed him;

TR1550 1 οὗτος γὰρ ὁ μελχισέδεκ βασιλεὺς σαλήμ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου ὁ συναντήσας ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν

KJV 2 To whom also Abraham gave a tenth part of all; first being by interpretation King of righteousness, and after that also King of Salem, which is, King of peace;

TR1550 2 ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν ἀβραάμ πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ βασιλεὺς σαλήμ ὅ ἐστιν βασιλεὺς εἰρήνης

KJV 3 Without father, without mother, without descent, having neither beginning of days, nor end of life; but made like unto the Son of God; abideth a priest continually.

TR1550 3 ἀπάτωρ ἀμήτωρ ἀγενεαλόγητος μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές

KJV 4 Now consider how great this man was, unto whom even the patriarch Abraham gave the tenth of the spoils.

TR1550 4 θεωρεῖτε δὲ πηλίκος οὗτος ᾧ καὶ δεκάτην ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης

KJV 5 And verily they that are of the sons of Levi, who receive the office of the priesthood, have a commandment to take tithes of the people according to the law, that is, of their brethren, though they come out of the loins of Abraham:

TR1550 5 καὶ οἱ μὲν ἐκ τῶν υἱῶν λευὶ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον τουτέστιν τοὺς ἀδελφοὺς αὐτῶν καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος ἀβραάμ

KJV 6 But he whose descent is not counted from them received tithes of Abraham, and blessed him that had the promises.

TR1550 6 ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν τὸν ἀβραάμ καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν

KJV 7 And without all contradiction the less is blessed of the better.

TR1550 7 χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται

KJV 8 And here men that die receive tithes; but there he receiveth them, of whom it is witnessed that he liveth.

TR1550 8 καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ

KJV 9 And as I may so say, Levi also, who receiveth tithes, payed tithes in Abraham.

TR1550 9 καὶ ὡς ἔπος εἰπεῖν διὰ ἀβραὰμ καὶ λευὶ ὁ δεκάτας λαμβάνων δεδεκάτωται

KJV 10 For he was yet in the loins of his father, when Melchisedec met him.

TR1550 10 ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ ὁ μελχισέδεκ

KJV 11 If therefore perfection were by the Levitical priesthood, (for under it the people received the law,) what further need was there that another priest should rise after the order of Melchisedec, and not be called after the order of Aaron?

TR1550 11 εἰ μὲν οὖν τελείωσις διὰ τῆς λευιτικῆς ἱερωσύνης ἦν ὁ λαὸς γὰρ ἐπ᾽ αὐτῇ νενομοθέτητο τίς ἔτι χρεία κατὰ τὴν τάξιν μελχισέδεκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν ἀαρὼν λέγεσθαι

KJV 12 For the priesthood being changed, there is made of necessity a change also of the law.

TR1550 12 μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται

KJV 13 For he of whom these things are spoken pertaineth to another tribe, of which no man gave attendance at the altar.

TR1550 13 ἐφ᾽ ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν ἀφ᾽ ἡς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ

KJV 14 For it is evident that our Lord sprang out of Juda; of which tribe Moses spake nothing concerning priesthood.

TR1550 14 πρόδηλον γὰρ ὅτι ἐξ ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσυνής μωσῆς ἐλάλησεν

KJV 15 And it is yet far more evident: for that after the similitude of Melchisedec there ariseth another priest,

TR1550 15 καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν εἰ κατὰ τὴν ὁμοιότητα μελχισέδεκ ἀνίσταται ἱερεὺς ἕτερος

KJV 16 Who is made, not after the law of a carnal commandment, but after the power of an endless life.

TR1550 16 ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίκης γέγονεν ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου

KJV 17 For he testifieth, Thou art a priest for ever after the order of Melchisedec.

TR1550 17 μαρτυρεῖ γὰρ ὅτι σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν μελχισέδεκ

KJV 18 For there is verily a disannulling of the commandment going before for the weakness and unprofitableness thereof.

TR1550 18 ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές

KJV 19 For the law made nothing perfect, but the bringing in of a better hope did; by the which we draw nigh unto God.

TR1550 19 οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος δι᾽ ἡς ἐγγίζομεν τῷ θεῷ

KJV 20 And inasmuch as not without an oath he was made priest:

TR1550 20 καὶ καθ᾽ ὅσον οὐ χωρὶς ὁρκωμοσίας οἵ μέν γάρ χωρίς ὁρκωμοσίας εἰσιν ἱερεῖς γεγονότες

KJV 21 (For those priests were made without an oath; but this with an oath by him that said unto him, The Lord sware and will not repent, Thou art a priest for ever after the order of Melchisedec:)

TR1550 21 ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν ὢμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν μελχισεδέκ

KJV 22 By so much was Jesus made a surety of a better testament.

TR1550 22 κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος ἰησοῦς

KJV 23 And they truly were many priests, because they were not suffered to continue by reason of death:

TR1550 23 καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν

KJV 24 But this man, because he continueth ever, hath an unchangeable priesthood.

TR1550 24 ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην

KJV 25 Wherefore he is able also to save them to the uttermost that come unto God by him, seeing he ever liveth to make intercession for them.

TR1550 25 ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι᾽ αὐτοῦ τῷ θεῷ πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν

KJV 26 For such an high priest became us, who is holy, harmless, undefiled, separate from sinners, and made higher than the heavens;

TR1550 26 τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς ὅσιος ἄκακος ἀμίαντος κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος

KJV 27 Who needeth not daily, as those high priests, to offer up sacrifice, first for his own sins, and then for the people's: for this he did once, when he offered up himself.

TR1550 27 ὃς οὐκ ἔχει καθ᾽ ἡμέραν ἀνάγκην ὥσπερ οἱ ἀρχιερεῖς πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν ἔπειτα τῶν τοῦ λαοῦ τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας

KJV 28 For the law maketh men high priests which have infirmity; but the word of the oath, which was since the law, maketh the Son, who is consecrated for evermore.

TR1550 28 ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées